πάντων γάρ κεν ἴδοιτο χάριν, τέρψαιτο δὲ θυμὸν
ἄνδρας τ’ εἰσορόων καλλιζώνους τε γυναῖκας
νῆάς τ’ ὠκείας ἠδ’ αὐτῶν κτήματα πολλά. 155
πρὸς δὲ τόδε μέγα θαῦμα, ὅου κλέος οὔποτ’ ὀλεῖται,
κοῦραι Δηλιάδες Ἑκατηβελέταο θεράπναι·
αἵ τ’ ἐπεὶ ἂρ πρῶτον μὲν Ἀπόλλων’ ὑμνήσωσιν,
αὖτις δ’ αὖ Λητώ τε καὶ Ἄρτεμιν ἰοχέαιραν,
μνησάμεναι ἀνδρῶν τε παλαιῶν ἠδὲ γυναικῶν 160
ὕμνον ἀείδουσιν, θέλγουσι δὲ φῦλ’ ἀνθρώπων.
πάντων δ’ ἀνθρώπων φωνὰς καὶ βαμβαλιαστὺν
μιμεῖσθ’· ἴσασιν φαίη δέ κεν αὐτὸς ἕκαστος
φθέγγεσθ’ οὕτω σφιν καλὴ συνάρηρεν ἀοιδή.
ἀλλ’ ἄγεθ’ ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν, 165
χαίρετε δ’ ὑμεῖς πᾶσαι· ἐμεῖο δὲ καὶ μετόπισθε
μνήσασθ’, ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων
ἐνθάδ’ ἁνείρηται ξεῖνος ταλαπείριος ἐλθών·
ὦ κοῦραι, τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν
ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα; 170
ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀμφ’ ἡμέων·
τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ,
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/43
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ
27