νόσφιν δ’ ἤνωγον καλέειν λευκωλένου Ἥρης 105
μή μιν ἔπειτ’ ἐπέεσσιν ἀποστρέψειεν ἰοῦσαν.
αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε ποδήνεμος ὠκέα Ἶρις
βῆ ῥα θέειν, ταχέως δὲ διήνυσε πᾶν τὸ μεσηγύ.
αὐτὰρ ἐπεί ῥ’ ἵκανε θεῶν ἕδος, αἰπὺν Ὄλυμπον
αὐτίκ’ ἄρ’ Εἰλείθυιαν ἀπὲκ μεγάροιο θύραζε 110
ἐκπροκαλεσσαμένη ἔπεα πτερόεντα προσηύδα
πάντα μάλ’, ὡς ἐπέτελλον Ὀλύμπια δώματ’ ἔχουσαι.
τῇ δ’ ἄρα θυμὸν ἔπειθεν ἐνὶ στήθεσσι φίλοισι,
βὰν δὲ ποσὶ τρήρωσι πελειάσιν ἴθμαθ’ ὁμοῖαι.
εὖτ’ ἐπὶ Δήλου ἔβαινε μογοστόκος Εἰλείθυια, 115
τὴν τότε δὴ τόκος εἷλε, μενοίνησεν δὲ τεκέσθαι.
ἀμφὶ δὲ φοίνικι βάλε πήχεε, γοῦνα δ’ ἔρεισε
λειμῶνι μαλακῷ, μείδησε δὲ γαῖ’ ὑπένερθεν·
ἐκ δ’ ἔθορε πρὸ φόωσδε θεαὶ δ’ ὀλόλυξαν ἅπασαι.
ἔνθα σὲ ἤιε Φοῖβε θεαὶ λόον ὕδατι καλῷ 120
ἁγνῶς καὶ καθαρῶς, σπάρξαν δ’ ἐν φάρεϊ λευκῷ,
λεπτῷ νηγατέῳ· περὶ δὲ χρύσεον στρόφον ἧκαν.
οὐδ’ ἄρ’ Ἀπόλλωνα χρυσάορα θήσατο μήτηρ,
ἀλλὰ Θέμις νέκταρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
ἀθανάτῃσιν χερσὶν ἐπήρξατο· χαῖρε δὲ Λητὼ 125
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.
Αὐτὰρ ἐπεὶ δὴ Φοῖβε κατέβρως ἄμβροτον εἶδαρ,
οὔ σέ γ’ ἔπειτ’ ἴσχον χρύσεοι στρόφοι ἀσπαίροντα,
οὐδ’ ἔτι δέσματ’ ἔρυκε, λύοντο δὲ πείρατα πάντα.
αὐτίκα δ’ ἀθανάτῃσι μετηύδα Φοῖβος Ἀπόλλων· 130
Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/41
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΕΙΣ ΑΠΟΛΛΩΝΑ
25