Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/40

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

οἰκία ποιήσονται ἀκηδέα, χήτεϊ λαῶν·
ἀλλ’ εἴ μοι τλαίης γε, θεά, μέγαν ὅρκον ὀμόσσαι,
ἐνθάδε μιν πρῶτον τεύξειν περικαλλέα νηὸν 80
ἔμμεναι ἀνθρώπων χρηστήριον, αὐτὰρ ἔπειτα

πάντας ἐπ’ ἀνθρώπους, ἐπεὶ ἦ πολυώνυμος ἔσται.
Ὣς ἄρ ἔφη Λητὼ δὲ θεῶν μέγαν ὅρκον ὄμοσσεν·
ἴστω νῦν τάδε γαῖα καὶ οὐρανὸς εὐρὺς ὕπερθεν
καὶ τὸ κατειβόμενον Στυγὸς ὕδωρ, ὅστε μέγιστος 85
ὅρκος δεινότατός τε πέλει μακάρεσσι θεοῖσιν·
ἦ μὴν Φοίβου τῇδε θυώδης ἔσσεται αἰεὶ
βωμὸς καὶ τέμενος, τίσει δέ σέ γ’ ἔξοχα πάντων.
Αὐτὰρ ἐπεί ῥ’ ὄμοσέν τε τελεύτησέν τε τὸν ὅρκον,
Δῆλος μὲν μάλα χαῖρε γόνῳ ἑκάτοιο ἄνακτος, 90
Λητὼ δ’ ἐννῆμάρ τε καὶ ἐννέα νύκτας ἀέλπτοις
ὠδίνεσσι πέπαρτο. θεαὶ δ’ ἔσαν ἔνδοθι πᾶσαι
ὅσσαι ἄρισται ἔσαν, Διώνη τε Ῥείη τε
Ἰχναίη τε Θέμις καὶ ἀγάστονος Ἀμφιτρίτη,
ἄλλαι τ’ ἀθάναται, νόσφιν λευκωλένου Ἥρης· 95
ἧστο γὰρ ἐν μεγάροισι Διὸς νεφεληγερέταο
μούνη δ’ οὐκ ἐπέπυστο μογοστόκος Εἰλείθυια
ἧστο γὰρ ἄκρῳ Ὀλύμπῳ ὑπὸ χρυσέοισι νέφεσσιν
Ἥρης φραδμοσύνης λευκωλένου, ἥ μιν ἔρυκε
ζηλοσύνῃ, ὅτ’ ἄρ’ υἱὸν ἀμύμονά τε κρατερόν τε 100
Λητὼ τέξεσθαι καλλιπλόκαμος τότ’ ἔμελλεν.
Αἱ δ’ Ἶριν προὔπεμψαν ἐυκτιμένης ἀπὸ νήσου
ἀξέμεν Εἰλείθυιαν, ὑποσχόμεναι μέγαν ὅρμον
χρυσείοισι λίνοισιν ἐερμένον, ἐννεάπηχυν·

24