Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/36

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

σεμναί τ’ αἰδοῖαι τε· μέγ’ ὄλβιος, ὅν τιν’ ἐκεῖναι
προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων·
αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
Πλοῦτον, ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν.
Ἀλλ’ ἄγ’ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσαι 490
καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα,
πότνια ἀγλαόδωρ’ ὡρηφόρε Δηοῖ ἄνασσα
αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια
πρόφρονες ἀντ’ ὠδῆς βίοτον θυμήρε’ ὀπάζειν.
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς. 495


IΙI. Εἰς Ἀπόλλωνα

Μνήσομαι οὐδὲ λάθωμαι Ἀπόλλωνος ἑκάτοιο,
ὅν τε θεοὶ κατὰ δῶμα Διὸς τρομέουσιν ἰόντα·
καί ῥά τ’ ἀναΐσσουσιν ἐπὶ σχεδὸν ἐρχομένοιο
πάντες ἀφ’ ἑδράων, ὅτε φαίδιμα τόξα τιταίνει.
Λητὼ δ’ οἴη μίμνε παραὶ Διὶ τερπικεραύνῳ, 5
ἥ ῥα βιόν τ’ ἐχάλασσε καὶ ἐκλήισσε φαρέτρην,
καί οἱ ἀπ’ ἰφθίμων ὤμων χείρεσσιν ἑλοῦσα
τόξα κατεκρέμασε πρὸς κίονα πατρὸς ἑοῖο
πασσάλου ἐκ χρυσέου· τὸν δ’ ἐς θρόνον εἷσεν ἄγουσα.
τῷ δ’ ἄρα νέκταρ ἔδωκε πατὴρ δέπαϊ χρυσείῳ 10
δεικνύμενος φίλον υἱόν, ἔπειτα δὲ δαίμονες ἄλλοι
ἔνθα καθίζουσιν χαίρει δέ τε πότνια Λητώ,
οὕνεκα τοξοφόρον καὶ καρτερὸν υἱὸν ἔτικτεν.

20