Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/197

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ

Ἦν δέ τις ἐν μυσὶ παῖς Μεριδάρπαξ ἔξοχος ἄλλων, 260
Κναίσωνος φίλος υἱὸς ἀμύμονος ἀρτεπιβούλου·
οἴκαδ’ ἴεν, πολέμου δὲ μετασχεῖν παῖδ’ ἐκέλευεν·
οὗτος ἀναρπάξαι βατράχων γενεὴν ἐπαπείλει,
ἀγχοῦ δ’ ἕστηκεν μενεαίνων ἶφι μάχεσθαι
καὶ ῥήξας καρύοιο μέσην ῥάχιν εἰς δύο μοίρας 265
φράγδην ἀμφοτέροισι κενώμασι χεῖρας ἔθηκεν·
οἱ δὲ τάχος δείσαντες ἔβαν πάντες κατὰ λίμνην.
καί νύ κεν ἐξετέλεσσεν ἐπεὶ μέγα οἱ σθένος ἦεν,
εἰ μὴ ἄρ’ ὀξὺ νόησε πατὴρ ἀνδρῶν τε θεῶν τε.
καὶ τότ’ ἀπολλυμένους βατράχους ᾤκτειρε Κρονίων, 270
κινήσας δὲ κάρη τοίην ἐφθέγξατο φωνήν·
Ὢ πόποι ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι·


μεριδάρπαξ ὅρχάμενος μιμούμενος αὐτὸν ἄρηα 261α
ὃς μόνος ἐν μύεσσιν ἀρίστευεν καθ’ ὄμιλον 261β
οὐ μικρὸν πλήσσει Μεριδάρπαξ ὃς κατὰ λίμνην 262α
αὐτὸς δ’ ἑστήκει γαυρούμενος κατὰ λίμνην 273


181