Πρῶτος δ’ Ὑψιβόας Λειχήνορα οὔτασε δουρὶ
ἑσταότ’ ἐν προμάχοις κατὰ γαστέρα ἐς μέσον ἧπαρ·
κὰδ δ’ ἔπεσεν πρηνής, ἁπαλὰς δ’ ἐκόνισεν ἐθείρας.
δούπησεν δὲ πεσών, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ. 205
Τρωγλίτης δὲ μετ’ αὐτὸν ἀκόντισε Πηλείωνος,
πῆξεν δ’ ἐν στέρνῳ στιβαρὸν δόρυ· τὸν δὲ πεσόντα
εἷλε μέλας θάνατος, ψυχὴ δ’ ἐκ σώματος ἔπτη.
Σευτλαῖον δ’ ἂρ ἔπεφνε βαλὼν κέαρ Ἐμβασίχυτρος, 209
Ἀρτοφάγος δὲ Πολύφωνον κατὰ γαστέρα τύψε· 210
ἤριπε δὲ πρηνής, ψυχὴ δὲ μελέων ἐξέπτη.
Λιμνόχαρις δ’ ὡς εἶδεν ἀπολλύμενον Πολύφωνον,
Τρωγλοδύτην ἁπαλοῖο δι’ αὐχένος τρῶσεν ἐπιφθὰς
πέτρῳ μυλοειδέϊ· τὸν δὲ σκόττος ὄσε κάλυψε· 213α
Ὠκιμίδην δ’ ἄχος εἷλε καὶ ἤλασεν ὀξέϊ σχοίνῳ
οὐδ’ ἐξέσπασεν ἔγχος ἐναντίον· ὡς δ’ ἐνόησε 215
Λειχήνωρ δ’ αὐτοῖο τιτύσκετο δουρὶ φαεινῷ
καὶ βάλεν, οὐδ’ ἀφάμαρτε καθ’ ἧπαρ· ὡς δ’ ἐνόησε
Κοστοφάγον φεύγοντα βαθείαις ἔμπεσεν ὄχθαις.
ἀλλ’ οὐδ’ ὣς ἀπέληγε μάχης ἀλλ’ ἤλασεν αὐτόν·
κάππεσε δ’, οὐκ ἀνένευσεν, ἐβάπτετο δ’ αἵματι λίμνη 220
πορφυρέῳ, αὐτὸς δὲ παρ’ ἠιόν’ ἐξετανύσθη,
χορδῇσιν λιπαρῇσί τ’ ἐπορνύμενος λαγόνεσσιν.