Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/188

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΒΑΤΡΑΧΟΜΥΟΜΑΧΙΑ

ἀμφοτέροις· ὀρθὸν δ’ ὑπὲρ ὕδατος εἶχε τράχηλον.
τοῦτον ἰδὼν κατέδυ Φυσίγναθος, οὔ τι νοήσας
οἷον ἑταῖρον ἔμελλεν ἀπολλύμενον καταλείπειν. 85
δῦ δὲ βάθος λίμνης καὶ ἀλεύατο κῆρα μέλαιναν.
κεῖνος δ’ ὡς ἀφέθη, πέσεν ὕπτιος εὐδὺς ἐφ’ ὕδωρ,
καὶ χεῖρας ἔσφιγγε καὶ ὀλλύμενος κατέτριζε.
πολλάκι μὲν κατέδυνεν ὑφ’ ὕδατι, πολλάκι δ’ αὖτε
λακτίζων ἀνέδυνε· μόρον δ’ οὐκ ἦν ὑπαλύξαι. 90
δευόμεναι δὲ τρίχες πλεῖον βάρος εἷλκον ἐπ’ αὐτῷ·
ὕδασι δ’ ὀλλύμενος τοίους ἐφθέγξατο μύθους·
Οὐ λήσεις δολίως Φυσίγναθε ταῦτα ποιήσας,
ναυηγὸν ῥίψας ἀπὸ σώματος ὡς ἀπὸ πέτρης.
οὐκ ἄν μου κατὰ γαῖαν ἀμείνων ἦσθα κάκιστε 95
παγκρατίῳ τε πάλῃ τε καὶ εἰς δρόμον· ἀλλά πλανήσας
εἰς ὕδωρ μ’ ἔρριψας. ἔχει θεὸς ἔκδικον ὄμμα.
Ὣς εἰπὼν ἀπέπνευσεν ἐν ὕδασι· τὸν δὲ κατεῖδεν
Λειχοπίναξ ὄχδῃσιν ἐφεζόμενος μαλακῇσιν· 100


ποινὴν ἀντέκτισίν τ’ ἀρθὴν ὅς κ’ ἀποδώσει 97α
ποινὴν σὺ τίσεις μυῶν στρατῷ οὐδ ὑπαλύξεις 98
καί ῥα κραιπνότατος μοίρας μυσὶν ἄγγελος ἦλθεν 100α


172