Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/18

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

σεῖ’ ἐπιληθομένῳ ἱερῆς μεμνῆσθαι ἀοιδῆς.
20καὶ σὺ μὲν οὕτω χαῖρε Διώνυσ’ εἰραφιῶτα,
σὺν μητρὶ Σεμέλῃ ἥν περ καλέουσι Θυώνην.


II. Εἰς Δημήτραν

Δήμητρ’ ἠΰκομον σεμνὴν θεὰν ἄρχομ’ ἀείδειν,
αὐτὴν ἠδὲ θύγατρα τανύσφυρον ἣν Ἀϊδωνεὺς
ἥρπαξεν, δῶκεν δὲ βαρύκτυπος εὐρύοπα Ζεύς,
νόσφιν Δήμητρος χρυσαόρου ἀγλαοκάρπου
παίζουσαν κούρῃσι σὺν Ὠκεανοῦ βαθυκόλποις, 5
ἄνθεά τ’ αἰνυμένην, ῥόδα καὶ κρόκον ἠδ’ ἴα καλὰ
λειμῶν’ ἂμ μαλακὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
νάρκισσόν θ’, ὃν φῦσε δόλον καλυκώπιδι κούρῃ
Γαῖα Διὸς βουλῇσι χαριζομένη πολυδέκτῃ
θαυμαστὸν γανόωντα, σέβας τότε πᾶσιν ἰδέσθαι 10
ἀθανάτοις τε θεοῖς ἠδὲ θνητοῖς ἀνθρώποις·
τοῦ καὶ ἀπὸ ῥίζης ἑκατὸν κάρα ἐξεπεφύκει,
κὦζ’ ἥδιστ’ ὀδμή, πᾶς τ’ οὐρανὸς εὐρὺς ὕπερθε
γαῖά τε πᾶσ’ ἐγελάσσε καὶ ἁλμυρὸν οἶδμα θαλάσσης.
ἡ δ’ ἄρα θαμβήσασ’ ὠρέξατο χερσὶν ἅμ' ἄμφω 15
καλὸν ἄθυρμα λαβεῖν· χάνε δὲ χθὼν εὐρυάγυια
Νύσιον ἂμ πεδίον τῇ ὄρουσεν ἄναξ Πολυδέγμων
ἵπποις ἀθανάτοισι Κρόνου πολυώνυμος υἱός.
ἁρπάξας δ’ ἀέκουσαν ἐπὶ χρυσέοισιν ὄχοισιν

2