Σελίδα:Homeri Opera, vol. 5 (1912).djvu/104

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΥΜΝΟΙ

σεμνῆς ἐκ κεφαλῆς, πολεμήϊα τεύχε’ ἔχουσαν 5
χρύσεα παμφανόωντα· σέβας δ’ ἔχε πάντας ὁρῶντας
ἀθανάτους· ἡ δὲ πρόσθεν Διὸς αἰγιόχοιο
ἐσσυμένως ὤρουσεν ἀπ’ ἀθανάτοιο καρήνου
σείσασ’ ὀξὺν ἄκοντα· μέγας δ’ ἐλελίζετ’ Ὄλυμπος
δεινὸν ὑπὸ βρίμης γλαυκώπιδος· ἀμφὶ δὲ γαῖα 10
σμερδαλέον ἰάχησεν, ἐκινήθη δ’ ἄρα πόντος
κύμασι πορφυρέοισι κυκώμενος, ἔκχυτο δ’ ἅλμη
ἐξαπίνης· στῆσεν δ’ Ὑπερίονος ἀγλαὸς υἱὸς
ἵππους ὠκύποδας δηρὸν χρόνον, εἰσότε κούρη
εἵλετ’ ἀπ’ ἀθανάτων ὤμων θεοείκελα τεύχη 15
Παλλὰς Ἀθηναίη· γήθησε δὲ μητίετα Ζεύς.
Καὶ σὺ μὲν οὕτω χαῖρε Διὸς τέκος αἰγιόχοιο·
αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς.


XΧIX. Εἰς Ἑστίαν

Ἑστίη ἣ πάντων ἐν δώμασιν ὑψηλοῖσιν
ἀθανάτων τε θεῶν χαμαὶ ἐρχομένων τ’ ἀνθρώπων
ἕδρην ἀίδιον ἔλαχες πρεσβηίδα τιμὴν
καλὸν ἔχουσα γέρας καὶ τίμήν· οὐ γὰρ ἄτερ σοῦ
εἰλαπίναι θνητοῖσιν ἵν’ οὐ πρώτῃ πυμάτῃ τε 5
Ἑστίῃ ἀρχόμενος σπένδει μελιηδέα οἶνον·
καὶ σύ μοι Ἀργειφόντα Διὸς καὶ Μαιάδος υἱὲ
ἄγγελε τῶν μακάρων, χρυσόρραπι δῶτορ ἐάων,
ναίετε δώματα καλά, φίλα φρεσὶν ἀλλήλοισιν

ἵλαος ὢν ἐπάρηγε σὺν αἰδοίῃ τε φίλῃ τε 10
Ἑστίῃ· ἀμφότεροι γὰρ ἐπιχθονίων ἀνθρώπων
εἰδότες ἔργματα καλά νόῳ θ’ ἕσπεσθε καὶ ἥβῃ.

88