δεξιτερὴν δ’ ἕλε χεῖρ’ Ἀγαμέμνονος Ἀτρεΐδαο,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«Ἀτρεΐδη, νῦν δή που Ἀχιλλῆος ὀλοὸν κῆρ
γηθεῖ ἐνὶ στήθεσσι φόνον καὶ φύζαν Ἀχαιῶν 140
δερκομένῳ, ἐπεὶ οὔ οἱ ἔνι φρένες οὐδ’ ἠβαιαί.
ἀλλ’ ὃ μὲν ὣς ἀπόλοιτο, θεὸς δέ ἑ σιφλώσειε·
σοὶ δ’ οὔ πω μάλα πάγχυ θεοὶ μάκαρες κοτέουσιν,
ἀλλ’ ἔτι που Τρώων ἡγήτορες ἠδὲ μέδοντες
εὐρὺ κονίσουσιν πεδίον, σὺ δ’ ἐπόψεαι αὐτὸς 145
φεύγοντας προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.»
Ὣς εἰπὼν μέγ’ ἄϋσεν ἐπεσσύμενος πεδίοιο.
ὅσσόν τ’ ἐννεάχιλοι ἐπίαχον ἢ δεκάχιλοι
ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος,
τόσσην ἐκ στήθεσφιν ὄπα κρείων ἐνοσίχθων 150
ἧκεν· Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ
καρδίῃ, ἄληκτον πολεμίζειν ἠδὲ μάχεσθαι.
Ἥρη δ’ εἰσεῖδε χρυσόθρονος ὀφθαλμοῖσι
στᾶσ’ ἐξ Οὐλύμποιο ἀπὸ ῥίου· αὐτίκα δ’ ἔγνω
τὸν μὲν ποιπνύοντα μάχην ἀνὰ κυδιάνειραν 155
αὐτοκασίγνητον καὶ δαέρα, χαῖρε δὲ θυμῷ·
Ζῆνα δ’ ἐπ’ ἀκροτάτης κορυφῆς πολυπίδακος Ἴδης
ἥμενον εἰσεῖδε, στυγερὸς δέ οἱ ἔπλετο θυμῷ.
μερμήριξε δ’ ἔπειτα βοῶπις πότνια Ἥρη
ὅππως ἐξαπάφοιτο Διὸς νόον αἰγιόχοιο· 160
ἧδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
ἐλθεῖν εἰς Ἴδην εὖ ἐντύνασαν ἓ αὐτήν,
εἴ πως ἱμείραιτο παραδραθέειν φιλότητι
ᾗ χροιῇ, τῷ δ’ ὕπνον ἀπήμονά τε λιαρόν τε
χεύῃ ἐπὶ βλεφάροισιν ἰδὲ φρεσὶ πευκαλίμῃσι. 165
βῆ δ’ ἴμεν ἐς θάλαμον, τόν οἱ φίλος υἱὸς ἔτευξεν
Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/44
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14. ΙΛΙΑΔΟΣ Ξ