Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/43

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
14. ΙΛΙΑΔΟΣ Ξ

«ἐγγὺς ἀνήρ· οὐ δηθὰ ματεύσομεν· αἴ κ’ ἐθέλητε 110
πείθεσθαι, καὶ μή τι κότῳ ἀγάσησθε ἕκαστος
οὕνεκα δὴ γενεῆφι νεώτατός εἰμι μεθ’ ὑμῖν·
πατρὸς δ’ ἐξ ἀγαθοῦ καὶ ἐγὼ γένος εὔχομαι εἶναι
Τυδέος, ὃν Θήβῃσι χυτὴ κατὰ γαῖα καλύπτει.
Πορθεῖ γὰρ τρεῖς παῖδες ἀμύμονες ἐξεγένοντο, 115
οἴκεον δ’ ἐν Πλευρῶνι καὶ αἰπεινῇ Καλυδῶνι,
Ἄγριος ἠδὲ Μέλας, τρίτατος δ’ ἦν ἱππότα Οἰνεύς,
πατρὸς ἐμοῖο πατήρ· ἀρετῇ δ’ ἦν ἔξοχος αὐτῶν.
ἀλλ’ ὃ μὲν αὐτόθι μεῖνε, πατὴρ δ’ ἐμὸς Ἄργεϊ νάσθη
πλαγχθείς· ὡς γάρ που Ζεὺς ἤθελε καὶ θεοὶ ἄλλοι. 120
Ἀδρήστοιο δ’ ἔγημε θυγατρῶν, ναῖε δὲ δῶμα
ἀφνειὸν βιότοιο, ἅλις δέ οἱ ἦσαν ἄρουραι
πυροφόροι, πολλοὶ δὲ φυτῶν ἔσαν ὄρχατοι ἀμφίς,
πολλὰ δέ οἱ πρόβατ’ ἔσκε· κέκαστο δὲ πάντας Ἀχαιοὺς
ἐγχείῃ· τὰ δὲ μέλλετ’ ἀκουέμεν, εἰ ἐτεόν περ. 125
τὼ οὐκ ἄν με γένος γε κακὸν καὶ ἀνάλκιδα φάντες
μῦθον ἀτιμήσαιτε πεφασμένον ὅν κ’ ἐῢ εἴπω.
δεῦτ’ ἴομεν πόλεμον δὲ καὶ οὐτάμενοί περ ἀνάγκῃ.
ἔνθα δ’ ἔπειτ’ αὐτοὶ μὲν ἐχώμεθα δηϊοτῆτος
ἐκ βελέων, μή πού τις ἐφ’ ἕλκεϊ ἕλκος ἄρηται· 130
ἄλλους δ’ ὀτρύνοντες ἐνήσομεν, οἳ τὸ πάρος περ
θυμῷ ἦρα φέροντες ἀφεστᾶσ’ οὐδὲ μάχονται.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα τοῦ μάλα μὲν κλύον ἠδὲ πίθοντο·
βὰν δ’ ἴμεν, ἦρχε δ’ ἄρά σφιν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
Οὐδ’ ἀλαοσκοπιὴν εἶχε κλυτὸς ἐννοσίγαιος, 135
ἀλλὰ μετ’ αὐτοὺς ἦλθε παλαιῷ φωτὶ ἐοικώς,