Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/293

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

ἄλλους μὲν γὰρ παῖδας ἐμοὺς πόδας ὠκὺς Ἀχιλλεὺς
πέρνασχ’, ὅν τιν’ ἕλεσκε, πέρην ἁλὸς ἀτρυγέτοιο,
ἐς Σάμον ἔς τ’ Ἴμβρον καὶ Λῆμνον ἀμιχθαλόεσσαν·
σεῦ δ’ ἐπεὶ ἐξέλετο ψυχὴν ταναήκεϊ χαλκῷ,
πολλὰ ῥυστάζεσκεν ἑοῦ περὶ σῆμ’ ἑτάροιο, 755
Πατρόκλου, τὸν ἔπεφνες· ἀνέστησεν δέ μιν οὐδ’ ὧς.
νῦν δέ μοι ἑρσήεις καὶ πρόσφατος ἐν μεγάροισι
κεῖσαι, τῷ ἴκελος ὅν τ’ ἀργυρότοξος Ἀπόλλων
οἷς ἀγανοῖσι βέλεσσιν ἐποιχόμενος κατέπεφνεν.»
Ὣς ἔφατο κλαίουσα, γόον δ’ ἀλίαστον ὄρινε. 760
τῇσι δ’ ἔπειθ’ Ἑλένη τριτάτη ἐξῆρχε γόοιο·
«Ἕκτορ, ἐμῷ θυμῷ δαέρων πολὺ φίλτατε πάντων,
ἦ μέν μοι πόσις ἐστὶν Ἀλέξανδρος θεοειδής,
ὅς μ’ ἄγαγε Τροίηνδ’· ὡς πρὶν ὤφελλον ὀλέσθαι.
ἤδη γὰρ νῦν μοι τόδε εἰκοστὸν ἔτος ἐστὶν 765
ἐξ οὗ κεῖθεν ἔβην καὶ ἐμῆς ἀπελήλυθα πάτρης·
ἀλλ’ οὔ πω σεῦ ἄκουσα κακὸν ἔπος οὐδ’ ἀσύφηλον·
ἀλλ’ εἴ τίς με καὶ ἄλλος ἐνὶ μεγάροισιν ἐνίπτοι
δαέρων ἢ γαλόων ἢ εἰνατέρων εὐπέπλων,
ἢ ἑκυρή—ἑκυρὸς δὲ πατὴρ ὣς ἤπιος αἰεί—, 770
ἀλλὰ σὺ τὸν ἐπέεσσι παραιφάμενος κατέρυκες,
σῇ τ’ ἀγανοφροσύνῃ καὶ σοῖς ἀγανοῖς ἐπέεσσι.
τὼ σέ θ’ ἅμα κλαίω καὶ ἔμ’ ἄμμορον ἀχνυμένη κῆρ·
οὐ γάρ τίς μοι ἔτ’ ἄλλος ἐνὶ Τροίῃ εὐρείῃ
ἤπιος οὐδὲ φίλος, πάντες δέ με πεφρίκασιν.» 775
Ὣς ἔφατο κλαίουσ’, ἐπὶ δ’ ἔστενε δῆμος ἀπείρων.
λαοῖσιν δ’ ὃ γέρων Πρίαμος μετὰ μῦθον ἔειπεν·