Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/279

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
24. ΙΛΙΑΔΟΣ Ω

αὐτίκ’ ἔπειθ’ ὑπὸ ποσσὶν ἐδήσατο καλὰ πέδιλα 340
ἀμβρόσια χρύσεια, τά μιν φέρον ἠμὲν ἐφ’ ὑγρὴν
ἠδ’ ἐπ’ ἀπείρονα γαῖαν ἅμα πνοιῇς ἀνέμοιο·
εἵλετο δὲ ῥάβδον, τῇ τ’ ἀνδρῶν ὄμματα θέλγει
ὧν ἐθέλει, τοὺς δ’ αὖτε καὶ ὑπνώοντας ἐγείρει·
τὴν μετὰ χερσὶν ἔχων πέτετο κρατὺς Ἀργειφόντης. 345
αἶψα δ’ ἄρα Τροίην τε καὶ Ἑλλήσποντον ἵκανε,
βῆ δ’ ἰέναι κούρῳ αἰσυμνητῆρι ἐοικώς,
πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη.
Οἱ δ’ ἐπεὶ οὖν μέγα σῆμα παρὲξ Ἴλοιο ἔλασσαν,
στῆσαν ἄρ’ ἡμιόνους τε καὶ ἵππους, ὄφρα πίοιεν, 350
ἐν ποταμῷ· δὴ γὰρ καὶ ἐπὶ κνέφας ἤλυθε γαῖαν.
τὸν δ’ ἐξ ἀγχιμόλοιο ἰδὼν ἐφράσσατο κῆρυξ
Ἑρμείαν, ποτὶ δὲ Πρίαμον φάτο φώνησέν τε·
«φράζεο, Δαρδανίδη· φραδέος νόου ἔργα τέτυκται.
ἄνδρ’ ὁρόω, τάχα δ’ ἄμμε διαῤῥαίσεσθαι ὀΐω. 355
ἀλλ’ ἄγε δὴ φεύγωμεν ἐφ’ ἵππων, ἤ μιν ἔπειτα
γούνων ἁψάμενοι λιτανεύσομεν αἴ κ’ ἐλεήσῃ.»
Ὣς φάτο, σὺν δὲ γέροντι νόος χύτο, δείδιε δ’ αἰνῶς,
ὀρθαὶ δὲ τρίχες ἔσταν ἐνὶ γναμπτοῖσι μέλεσσι,
στῆ δὲ ταφών· αὐτὸς δ’ ἐριούνιος ἐγγύθεν ἐλθών, 360
χεῖρα γέροντος ἑλὼν ἐξείρετο καὶ προσέειπε·
«πῇ, πάτερ, ὧδ’ ἵππους τε καὶ ἡμιόνους ἰθύνεις
νύκτα δι’ ἀμβροσίην, ὅτε θ’ εὕδουσι βροτοὶ ἄλλοι;
οὐδὲ σύ γ’ ἔδεισας μένεα πνείοντας Ἀχαιούς,
οἵ τοι δυσμενέες καὶ ἀνάρσιοι ἐγγὺς ἔασι; 365
τῶν εἴ τίς σε ἴδοιτο θοὴν διὰ νύκτα μέλαιναν
τοσσάδ’ ὀνείατ’ ἄγοντα, τίς ἂν δή τοι νόος εἴη;
οὔτ’ αὐτὸς νέος ἐσσί, γέρων δέ τοι οὗτος ὀπηδεῖ,
ἄνδρ’ ἀπαμύνασθαι, ὅτε τις πρότερος χαλεπήνῃ.