Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/23

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

βεβρυχώς, κόνιος δεδραγμένος αἱματοέσσης.
ἐκ δέ οἱ ἡνίοχος πλήγη φρένας, ἃς πάρος εἶχεν,
οὐδ’ ὅ γ’ ἐτόλμησεν δηΐων ὑπὸ χεῖρας ἀλύξας, 395
ἂψ ἵππους στρέψαι, τὸν δ’ Ἀντίλοχος μενεχάρμης
δουρὶ μέσον περόνησε τυχών· οὐδ’ ἤρκεσε θώρηξ
χάλκεος, ὃν φορέεσκε, μέσῃ δ’ ἐν γαστέρι πῆξεν.
αὐτὰρ ὃ ἀσθμαίνων εὐεργέος ἔκπεσε δίφρου,
ἵππους δ’ Ἀντίλοχος μεγαθύμου Νέστορος υἱός, 400
ἐξέλασε Τρώων μετ’ ἐϋκνήμιδας Ἀχαιούς.
Δηΐφοβος δὲ μάλα σχεδὸν ἤλυθεν Ἰδομενῆος,
Ἀσίου ἀχνύμενος, καὶ ἀκόντισε δουρὶ φαεινῷ.
ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
Ἰδομενεύς· κρύφθη γὰρ ὑπ’ ἀσπίδι πάντοσ’ ἐΐσῃ, 405
τὴν ἄρ’ ὅ γε ῥινοῖσι βοῶν καὶ νώροπι χαλκῷ
δινωτὴν φορέεσκε, δύω κανόνεσσ’ ἀραρυῖαν·
τῇ ὕπο πᾶς ἐάλη, τὸ δ’ ὑπέρπτατο χάλκεον ἔγχος,
καρφαλέον δέ οἱ ἀσπὶς ἐπιθρέξαντος ἄϋσεν
ἔγχεος· οὐδ’ ἅλιόν ῥα βαρείης χειρὸς ἀφῆκεν, 410
ἀλλ’ ἔβαλ’ Ἱππασίδην Ὑψήνορα ποιμένα λαῶν,
ἧπαρ ὑπὸ πραπίδων, εἶθαρ δ’ ὑπὸ γούνατ’ ἔλυσε.
Δηΐφοβος δ’ ἔκπαγλον ἐπεύξατο μακρὸν ἀΰσας·
«οὐ μὰν αὖτ’ ἄτιτος κεῖτ’ Ἄσιος, ἀλλά ἕ φημι
εἰς Ἄϊδός περ ἰόντα πυλάρταο κρατεροῖο 415
γηθήσειν κατὰ θυμόν, ἐπεί ῥά οἱ ὤπασα πομπόν.»
Ὣς ἔφατ’, Ἀργείοισι δ’ ἄχος γένετ’ εὐξαμένοιο,
Ἀντιλόχῳ δὲ μάλιστα δαΐφρονι θυμὸν ὄρινεν·
ἀλλ’ οὐδ’ ἀχνύμενός περ ἑοῦ ἀμέλησεν ἑταίρου,
ἀλλὰ θέων περίβη καί οἱ σάκος ἀμφεκάλυψε. 420
τὸν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι
Μηκιστεὺς Ἐχίοιο πάϊς καὶ δῖος Ἀλάστωρ,