Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/174

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
19. ΙΛΙΑΔΟΣ T

μυρομένους δ’ ἄρα τούς γε ἰδὼν ἐλέησε Κρονίων, 340
αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα·
«τέκνον ἐμόν, δὴ πάμπαν ἀποίχεαι ἀνδρὸς ἑῆος.
ἦ νύ τοι οὐκέτι πάγχυ μετὰ φρεσὶ μέμβλετ’ Ἀχιλλεύς;
κεῖνος ὅ γε προπάροιθε νεῶν ὀρθοκραιράων
ἧσται ὀδυρόμενος ἕταρον φίλον· οἱ δὲ δὴ ἄλλοι 345
οἴχονται μετὰ δεῖπνον, ὁ δ’ ἄκμηνος καὶ ἄπαστος.
ἀλλ’ ἴθι οἱ νέκτάρ τε καὶ ἀμβροσίην ἐρατεινὴν
στάξον ἐνὶ στήθεσσ’, ἵνα μή μιν λιμὸς ἵκηται.»
Ὣς εἰπὼν ὄτρυνε πάρος μεμαυῖαν Ἀθήνην·
ἡ δ’ ἅρπῃ ἐϊκυῖα τανυπτέρυγι λιγυφώνῳ 350
οὐρανοῦ ἐκκατεπᾶλτο δι’ αἰθέρος. αὐτὰρ Ἀχαιοὶ
αὐτίκα θωρήσσοντο κατὰ στρατόν· ἡ δ’ Ἀχιλῆϊ
νέκταρ ἐνὶ στήθεσσι καὶ ἀμβροσίην ἐρατεινὴν
στάξ’, ἵνα μή μιν λιμὸς ἀτερπὴς γούναθ’ ἵκοιτο·
αὐτὴ δὲ πρὸς πατρὸς ἐρισθενέος πυκινὸν δῶ 355
ᾤχετο, τοὶ δ’ ἀπάνευθε νεῶν ἐχέοντο θοάων.
ὡς δ’ ὅτε ταρφειαὶ νιφάδες Διὸς ἐκποτέονται,
ψυχραί, ὑπὸ ῥιπῆς αἰθρηγενέος Βορέαο,
ὣς τότε ταρφειαὶ κόρυθες λαμπρὸν γανόωσαι
νηῶν ἐκφορέοντο καὶ ἀσπίδες ὀμφαλόεσσαι 360
θώρηκές τε κραταιγύαλοι καὶ μείλινα δοῦρα.
αἴγλη δ’ οὐρανὸν ἷκε, γέλασσε δὲ πᾶσα περὶ χθὼν
χαλκοῦ ὑπὸ στεροπῆς· ὑπὸ δὲ κτύπος ὄρνυτο ποσσὶν
ἀνδρῶν· ἐν δὲ μέσοισι κορύσσετο δῖος Ἀχιλλεύς.
τοῦ καὶ ὀδόντων μὲν καναχὴ πέλε, τὼ δέ οἱ ὄσσε 365
λαμπέσθην ὡς εἴ τε πυρὸς σέλας, ἐν δέ οἱ ἦτορ
δῦν’ ἄχος ἄτλητον· ὁ δ’ ἄρα Τρωσὶν μενεαίνων
δύσετο δῶρα θεοῦ, τά οἱ Ἥφαιστος κάμε τεύχων.
κνημῖδας μὲν πρῶτα περὶ κνήμῃσιν ἔθηκε