Σελίδα:Homeri Opera, vol. 2 (1920).djvu/12

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
13. ΙΛΙΑΔΟΣ Ν

«οὕτω νῦν καὶ ἐμοὶ περὶ δούρατι χεῖρες ἄαπτοι
μαιμῶσιν, καί μοι μένος ὤρορε, νέρθε δὲ ποσσὶν
ἔσσυμαι ἀμφοτέροισι· μενοινώω δὲ καὶ οἶος
Ἕκτορι Πριαμίδῃ ἄμοτον μεμαῶτι μάχεσθαι.» 80
  Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
χάρμῃ γηθόσυνοι, τήν σφιν θεὸς ἔμβαλε θυμῷ·
τόφρα δὲ τοὺς ὄπιθεν γαιήοχος ὦρσεν Ἀχαιούς,
οἳ παρὰ νηυσὶ θοῇσιν ἀνέψυχον φίλον ἦτορ.
τῶν ῥ’ ἅμα τ’ ἀργαλέῳ καμάτῳ φίλα γυῖα λέλυντο, 85
καί σφιν ἄχος κατὰ θυμὸν ἐγίγνετο δερκομένοισι
Τρῶας, τοὶ μέγα τεῖχος ὑπερκατέβησαν ὁμίλῳ.
τοὺς οἵ γ’ εἰσορόωντες ὑπ’ ὀφρύσι δάκρυα λεῖβον·
οὐ γὰρ ἔφαν φεύξεσθαι ὑπ’ ἐκ κακοῦ· ἀλλ’ ἐνοσίχθων
ῥεῖα μετεισάμενος κρατερὰς ὄτρυνε φάλαγγας. 90
Τεῦκρον ἔπι πρῶτον καὶ Λήϊτον ἦλθε κελεύων
Πηνέλεών θ’ ἥρωα Θόαντά τε Δηΐπυρόν τε
Μηριόνην τε καὶ Ἀντίλοχον μήστωρας ἀϋτῆς·
τοὺς ὅ γ’ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα·
«αἰδὼς Ἀργεῖοι, κοῦροι νέοι· ὔμμιν ἔγωγε 95
μαρναμένοισι πέποιθα σαωσέμεναι νέας ἁμάς·
εἰ δ’ ὑμεῖς πολέμοιο μεθήσετε λευγαλέοιο,
νῦν δὴ εἴδεται ἦμαρ ὑπὸ Τρώεσσι δαμῆναι.
ὢ πόποι, ἦ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι,
δεινόν, ὃ οὔ ποτ’ ἔγωγε τελευτήσεσθαι ἔφασκον, 100
Τρῶας ἐφ’ ἡμετέρας ἰέναι νέας, οἳ τὸ πάρος περ
φυζακινῇς ἐλάφοισιν ἐοίκεσαν, αἵ τε καθ’ ὕλην
θώων παρδαλίων τε λύκων τ’ ἤϊα πέλονται
αὔτως ἠλάσκουσαι ἀνάλκιδες, οὐδ’ ἔπι χάρμη·
ὣς Τρῶες τὸ πρίν γε μένος καὶ χεῖρας Ἀχαιῶν 105
μίμνειν οὐκ ἐθέλεσκον ἐναντίον, οὐδ’ ἠβαιόν·