Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/87

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. ΙΛΙΑΔΟΣ Β

τηλόθεν ἐξ Ἀμυδῶνος ἀπ’ Ἀξιοῦ εὐρὺ ῥέοντος,
Ἀξιοῦ οὗ κάλλιστον ὕδωρ ἐπικίδναται αἶαν. 850
Παφλαγόνων δ’ ἡγεῖτο Πυλαιμένεος λάσιον κῆρ
ἐξ Ἐνετῶν, ὅθεν ἡμιόνων γένος ἀγροτεράων,
οἵ ῥα Κύτωρον ἔχον καὶ Σήσαμον ἀμφενέμοντο
ἀμφί τε Παρθένιον ποταμὸν κλυτὰ δώματ’ ἔναιον
Κρῶμνάν τ’ Αἰγιαλόν τε καὶ ὑψηλοὺς Ἐρυθίνους. 855
Αὐτὰρ Ἁλιζώνων Ὀδίος καὶ Ἐπίστροφος ἦρχον
τηλόθεν ἐξ Ἀλύβης, ὅθεν ἀργύρου ἐστὶ γενέθλη.
Μυσῶν δὲ Χρόμις ἦρχε καὶ Ἔννομος οἰωνιστής·
ἀλλ’ οὐκ οἰωνοῖσιν ἐρύσατο κῆρα μέλαιναν,
ἀλλ’ ἐδάμη ὑπὸ χερσὶ ποδώκεος Αἰακίδαο 860
ἐν ποταμῷ, ὅθι περ Τρῶας κεράϊζε καὶ ἄλλους.
Φόρκυς αὖ Φρύγας ἦγε καὶ Ἀσκάνιος θεοειδὴς
τῆλ’ ἐξ Ἀσκανίης· μέμασαν δ’ ὑσμῖνι μάχεσθαι.
Μῄοσιν αὖ Μέσθλης τε καὶ Ἄντιφος ἡγησάσθην
υἷε Ταλαιμένεος τὼ Γυγαίη τέκε λίμνη, 865
οἳ καὶ Μῄονας ἦγον ὑπὸ Τμώλῳ γεγαῶτας.
Νάστης αὖ Καρῶν ἡγήσατο βαρβαροφώνων,
οἳ Μίλητον ἔχον Φθιρῶν τ’ ὄρος ἀκριτόφυλλον
Μαιάνδρου τε ῥοὰς Μυκάλης τ’ αἰπεινὰ κάρηνα·
τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Νάστης ἡγησάσθην, 870
Νάστης Ἀμφίμαχός τε Νομίονος ἀγλαὰ τέκνα,