Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/83

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. ΙΛΙΑΔΟΣ Β

τόν ῥ’ ἔτεκεν Ῥήνη ὑπ’ Ὀϊλῆϊ πτολιπόρθῳ.
Οἳ δ’ εἶχον Τρίκκην καὶ Ἰθώμην κλωμακόεσσαν,
οἵ τ’ ἔχον Οἰχαλίην πόλιν Εὐρύτου Οἰχαλιῆος, 730
τῶν αὖθ’ ἡγείσθην Ἀσκληπιοῦ δύο παῖδε
ἰητῆρ’ ἀγαθὼ Ποδαλείριος ἠδὲ Μαχάων·
τοῖς δὲ τριήκοντα γλαφυραὶ νέες ἐστιχόωντο.
Οἳ δ’ ἔχον Ὀρμένιον, οἵ τε κρήνην Ὑπέρειαν,
οἵ τ’ ἔχον Ἀστέριον Τιτάνοιό τε λευκὰ κάρηνα, 735
τῶν ἦρχ’ Εὐρύπυλος Εὐαίμονος ἀγλαὸς υἱός·
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Οἳ δ’ Ἄργισσαν ἔχον καὶ Γυρτώνην ἐνέμοντο,
Ὄρθην Ἠλώνην τε πόλιν τ’ Ὀλοοσσόνα λευκήν,
τῶν αὖθ’ ἡγεμόνευε μενεπτόλεμος Πολυποίτης 740
υἱὸς Πειριθόοιο τὸν ἀθάνατος τέκετο Ζεύς·
τόν ῥ’ ὑπὸ Πειριθόῳ τέκετο κλυτὸς Ἱπποδάμεια
ἤματι τῷ ὅτε Φῆρας ἐτίσατο λαχνήεντας,
τοὺς δ’ ἐκ Πηλίου ὦσε καὶ Αἰθίκεσσι πέλασσεν·
οὐκ οἶος, ἅμα τῷ γε Λεοντεὺς ὄζος Ἄρηος, 745
υἱὸς ὑπερθύμοιο Κορώνου Καινεΐδαο·
τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Γουνεὺς δ’ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας·
τῷ δ’ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοὶ
οἳ περὶ Δωδώνην δυσχείμερον οἰκί’ ἔθεντο, 750
οἵ τ’ ἀμφ’ ἱμερτὸν Τιταρησσὸν ἔργα νέμοντο
ὅς ῥ’ ἐς Πηνειὸν προΐει καλλίρροον ὕδωρ,
οὐδ’ ὅ γε Πηνειῷ συμμίσγεται ἀργυροδίνῃ,
ἀλλά τέ μιν καθύπερθεν ἐπιρρέει ἠΰτ’ ἔλαιον·
ὅρκου γὰρ δεινοῦ Στυγὸς ὕδατός ἐστιν ἀπορρώξ. 755
Μαγνήτων δ’ ἦρχε Πρόθοος Τενθρηδόνος υἱός,
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον