οἳ Πλευρῶν’ ἐνέμοντο καὶ Ὤλενον ἠδὲ Πυλήνην
Χαλκίδα τ’ ἀγχίαλον Καλυδῶνά τε πετρήεσσαν· 640
οὐ γὰρ ἔτ’ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν,
οὐδ’ ἄρ’ ἔτ’ αὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος·
τῷ δ’ ἐπὶ πάντ’ ἐτέταλτο ἀνασσέμεν Αἰτωλοῖσι·
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
Κρητῶν δ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευεν, 645
οἳ Κνωσόν τ’ εἶχον Γόρτυνά τε τειχιόεσσαν,
Λύκτον Μίλητόν τε καὶ ἀργινόεντα Λύκαστον
Φαιστόν τε Ῥύτιόν τε, πόλεις εὖ ναιετοώσας,
ἄλλοι θ’ οἳ Κρήτην ἑκατόμπολιν ἀμφενέμοντο.
τῶν μὲν ἄρ’ Ἰδομενεὺς δουρὶ κλυτὸς ἡγεμόνευε 650
Μηριόνης τ’ ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ·
τοῖσι δ’ ἅμ’ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο.
Τληπόλεμος δ’ Ἡρακλεΐδης ἠΰς τε μέγας τε
ἐκ Ῥόδου ἐννέα νῆας ἄγεν Ῥοδίων ἀγερώχων,
οἳ Ῥόδον ἀμφενέμοντο διὰ τρίχα κοσμηθέντες, 655
Λίνδον Ἰηλυσόν τε καὶ ἀργινόεντα Κάμειρον.
τῶν μὲν Τληπόλεμος δουρὶ κλυτὸς ἡγεμόνευεν,
ὃν τέκεν Ἀστυόχεια βίῃ Ἡρακληείῃ,
τὴν ἄγετ’ ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος
πέρσας ἄστεα πολλὰ διοτρεφέων αἰζηῶν. 660
Τληπόλεμος δ’ ἐπεὶ οὖν τράφ’ ἐνὶ μεγάρῳ εὐπήκτῳ,
αὐτίκα πατρὸς ἑοῖο φίλον μήτρωα κατέκτα
ἤδη γηράσκοντα Λικύμνιον ὄζον Ἄρηος·
αἶψα δὲ νῆας ἔπηξε, πολὺν δ’ ὅ γε λαὸν ἀγείρας
βῆ φεύγων ἐπὶ πόντον· ἀπείλησαν γάρ οἱ ἄλλοι 665
υἱέες υἱωνοί τε βίης Ἡρακληείης.
αὐτὰρ ὅ γ’ ἐς Ῥόδον ἷξεν ἀλώμενος ἄλγεα πάσχων·
τριχθὰ δὲ ᾤκηθεν καταφυλαδόν, ἠδὲ φίληθεν
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/80
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. ΙΛΙΑΔΟΣ Β