Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/79

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. ΙΛΙΑΔΟΣ Β

τῶν ἦρχ’ Ἀγκαίοιο πάϊς κρείων Ἀγαπήνωρ,
ἑξήκοντα νεῶν· πολέες δ’ ἐν νηῒ ἑκάστῃ 610
Ἀρκάδες ἄνδρες ἔβαινον ἐπιστάμενοι πολεμίζειν.
αὐτὸς γάρ σφιν δῶκεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
νῆας ἐϋσσέλμους περάαν ἐπὶ οἴνοπα πόντον
Ἀτρεΐδης, ἐπεὶ οὔ σφι θαλάσσια ἔργα μεμήλει.
Οἳ δ’ ἄρα Βουπράσιόν τε καὶ Ἤλιδα δῖαν ἔναιον, 615
ὅσσον ἐφ’ Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα
πέτρη τ’ Ὠλενίη καὶ Ἀλήσιον ἐντὸς ἐέργει,
τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ’ ἀνδρὶ ἑκάστῳ
νῆες ἕποντο θοαί, πολέες δ’ ἔμβαινον Ἐπειοί.
τῶν μὲν ἄρ’ Ἀμφίμαχος καὶ Θάλπιος ἡγησάσθην 620
υἷες ὃ μὲν Κτεάτου, ὃ δ’ ἄρ’ Εὐρύτου, Ἀκτορίωνε·
τῶν δ’ Ἀμαρυγκεΐδης ἦρχε κρατερὸς Διώρης·
τῶν δὲ τετάρτων ἦρχε Πολύξεινος θεοειδὴς
υἱὸς Ἀγασθένεος Αὐγηϊάδαο ἄνακτος.
Οἳ δ’ ἐκ Δουλιχίοιο Ἐχινάων θ’ ἱεράων 625
νήσων, αἳ ναίουσι πέρην ἁλὸς Ἤλιδος ἄντα,
τῶν αὖθ’ ἡγεμόνευε Μέγης ἀτάλαντος Ἄρηϊ
Φυλεΐδης, ὃν τίκτε Διῒ φίλος ἱππότα Φυλεύς,
ὅς ποτε Δουλίχιον δ’ ἀπενάσσατο πατρὶ χολωθείς·
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 630
Αὐτὰρ Ὀδυσσεὺς ἦγε Κεφαλλῆνας μεγαθύμους,
οἵ ῥ’ Ἰθάκην εἶχον καὶ Νήριτον εἰνοσίφυλλον
καὶ Κροκύλει’ ἐνέμοντο καὶ Αἰγίλιπα τρηχεῖαν,
οἵ τε Ζάκυνθον ἔχον ἠδ’ οἳ Σάμον ἀμφενέμοντο,
οἵ τ’ ἤπειρον ἔχον ἠδ’ ἀντιπέραι’ ἐνέμοντο· 635
τῶν μὲν Ὀδυσσεὺς ἦρχε Διὶ μῆτιν ἀτάλαντος·
τῷ δ’ ἅμα νῆες ἕποντο δυώδεκα μιλτοπάρῃοι.
Αἰτωλῶν δ’ ἡγεῖτο Θόας Ἀνδραίμονος υἱός,