Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/76

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
2. ΙΛΙΑΔΟΣ Β

τοῖς δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο.
οἳ μὲν Φωκήων στίχας ἵστασαν ἀμφιέποντες, 525
Βοιωτῶν δ’ ἔμπλην ἐπ’ ἀριστερὰ θωρήσσοντο.
Λοκρῶν δ’ ἡγεμόνευεν Ὀϊλῆος ταχὺς Αἴας
μείων, οὔ τι τόσος γε ὅσος Τελαμώνιος Αἴας
ἀλλὰ πολὺ μείων· ὀλίγος μὲν ἔην λινοθώρηξ,
ἐγχείῃ δ’ ἐκέκαστο Πανέλληνας καὶ Ἀχαιούς· 530
οἳ Κῦνόν τ’ ἐνέμοντ’ Ὀπόεντά τε Καλλίαρόν τε
Βῆσσάν τε Σκάρφην τε καὶ Αὐγειὰς ἐρατεινὰς
Τάρφην τε Θρόνιον τε Βοαγρίου ἀμφὶ ῥέεθρα·
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο
Λοκρῶν, οἳ ναίουσι πέρην ἱερῆς Εὐβοίης. 535
Οἳ δ’ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες
Χαλκίδα τ’ Εἰρέτριάν τε πολυστάφυλόν θ’ Ἱστίαιαν
Κήρινθόν τ’ ἔφαλον Δίου τ’ αἰπὺ πτολίεθρον,
οἵ τε Κάρυστον ἔχον ἠδ’ οἳ Στύρα ναιετάασκον,
τῶν αὖθ’ ἡγεμόνευ’ Ἐλεφήνωρ ὄζος Ἄρηος 540
Χαλκωδοντιάδης μεγαθύμων ἀρχὸς Ἀβάντων.
τῷ δ’ ἅμ’ Ἄβαντες ἕποντο θοοὶ ὄπιθεν κομόωντες
αἰχμηταὶ μεμαῶτες ὀρεκτῇσιν μελίῃσι
θώρηκας ῥήξειν δηΐων ἀμφὶ στήθεσσι·
τῷ δ’ ἅμα τεσσαράκοντα μέλαιναι νῆες ἕποντο. 545
Οἳ δ’ ἄρ’ Ἀθήνας εἶχον ἐϋκτίμενον πτολίεθρον
δῆμον Ἐρεχθῆος μεγαλήτορος, ὅν ποτ’Ἀθήνη
θρέψε Διὸς θυγάτηρ, τέκε δὲ ζείδωρος ἄρουρα,
κὰδ δ’ ἐν Ἀθήνῃς εἷσεν ἑῷ ἐν πίονι νηῷ·
ἔνθα δέ μιν ταύροισι καὶ ἀρνειοῖς ἱλάονται 550
κοῦροι Ἀθηναίων περιτελλομένων ἐνιαυτῶν·
τῶν αὖθ’ ἡγεμόνευ’ υἱὸς Πετεῶο Μενεσθεύς.