Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/56

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
1. ΙΛΙΑΔΟΣ Α

ἀλλὰ μάλ’ εὔκηλος τὰ φράζεαι ἅσσα ἐθέλῃσθα.
νῦν δ’ αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ 555
ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος·
ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων·
τῇ σ’ ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα
τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.»
Τὴν δ’ ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς· 560
«Δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐδέ σε λήθω·
πρῆξαι δ’ ἔμπης οὔ τι δυνήσεαι, ἀλλ’ ἀπὸ θυμοῦ
μᾶλλον ἐμοὶ ἔσεαι· τὸ δέ τοι καὶ ῥίγιον ἔσται.
εἰ δ’ οὕτω τοῦτ’ ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι·
ἀλλ’ ἀκέουσα κάθησο, ἐμῷ δ’ ἐπιπείθεο μύθῳ, 565
μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ ἐν Ὀλύμπῳ
ἆσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.»
Ὣς ἔφατ’ ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
καί ῥ’ ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ·
ὄχθησαν δ’ ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες· 570
τοῖσιν δ’ Ἥφαιστος κλυτοτέχνης ἦρχ’ ἀγορεύειν
μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ·
«Ἦ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐδ’ ἔτ’ ἀνεκτά,
εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,
ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον· οὐδέ τι δαιτὸς 575
ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.
μητρὶ δ’ ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ
πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε
νεικείῃσι πατήρ, σὺν δ’ ἡμῖν δαῖτα ταράξῃ.
εἴ περ γάρ κ’ ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς 580
ἐξ ἑδέων στυφελίξαι· ὃ γὰρ πολὺ φέρτατός ἐστιν.
ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν·
αὐτίκ’ ἔπειθ’ ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.»