Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/54

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
1. ΙΛΙΑΔΟΣ Α

Ἀλλ’ ὅτε δή ῥ’ ἐκ τοῖο δυωδεκάτη γένετ’ ἠώς,
καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
πάντες ἅμα, Ζεὺς δ’ ἦρχε· Θέτις δ’ οὐ λήθετ’ ἐφετμέων 495
παιδὸς ἑοῦ, ἀλλ’ ἥ γ’ ἀνεδύσετο κῦμα θαλάσσης.
ἠερίη δ’ ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόν τε.
εὗρεν δ’ εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο·
καί ῥα πάροιθ’ αὐτοῖο καθέζετο, καὶ λάβε γούνων 500
σκαιῇ, δεξιτερῇ δ’ ἄρ’ ὑπ’ ἀνθερεῶνος ἑλοῦσα
λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα·
«Ζεῦ πάτερ, εἴ ποτε δή σε μετ’ ἀθανάτοισιν ὄνησα
ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ·
τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων 505
ἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἠτίμησεν· ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ·
τόφρα δ’ ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ ἂν Ἀχαιοὶ
υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίν τέ ἑ τιμῇ.» 510
Ὣς φάτο· τὴν δ’ οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
ἀλλ’ ἀκέων δὴν ἧστο· Θέτις δ’ ὡς ἥψατο γούνων
ὣς ἔχετ’ ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις·
«Νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον
ἢ ἀπόειπv’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ ἐῢ εἰδῶ 515
ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.»
Τὴν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
«Ἦ δὴ λοίγια ἔργ’ ὅ τέ μ’ ἐχθοδοπῆσαι ἐφήσεις
Ἥρῃ ὅτ’ ἄν μ’ ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν·
ἣ δὲ καὶ αὔτως μ’ αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι 520
νεικεῖ, καί τέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.
ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ
Ἥρη· ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω·