Ἀργείων ἀέκητι πυρὸς δηΐοιο θέρωνται,
αὐτοί τε κτεινώμεθ’ ἐπισχερώ;—οὐ γὰρ ἐμὴ ἲς
ἔσθ’ οἵη πάρος ἔσκεν ἐνὶ γναμπτοῖσι μέλεσσιν.
εἴθ’ ὣς ἡβώοιμι βίη δέ μοι ἔμπεδος εἴη, 670
ὡς ὁπότ’ Ἠλείοισι καὶ ἡμῖν νεῖκος ἐτύχθη
ἀμφὶ βοηλασίῃ, ὅτ’ ἐγὼ κτάνον Ἰτυμονῆα
ἐσθλὸν Ὑπειροχίδην, ὃς ἐν Ἤλιδι ναιετάασκε,
ῥύσι’ ἐλαυνόμενος· ὁ δ’ ἀμύνων ᾗσι βόεσσιν
ἔβλητ’ ἐν πρώτοισιν ἐμῆς ἀπὸ χειρὸς ἄκοντι, 675
κὰδ δ’ ἔπεσεν, λαοὶ δὲ περίτρεσαν ἀγροιῶται.
ληΐδα δ’ ἐκ πεδίου συνελάσσαμεν ἤλιθα πολλὴν
πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν,
τόσσα συῶν συβόσια, τόσ’ αἰπόλια πλατέ’ αἰγῶν,
ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, 680
πάσας θηλείας, πολλῇσι δὲ πῶλοι ὑπῆσαν.
καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον Νηλήϊον εἴσω
ἐννύχιοι προτὶ ἄστυ· γεγήθει δὲ φρένα Νηλεύς,
οὕνεκά μοι τύχε πολλὰ νέῳ πόλεμον δὲ κιόντι.
κήρυκες δ’ ἐλίγαινον ἅμ’ ἠοῖ φαινομένηφι 685
τοὺς ἴμεν οἷσι χρεῖος ὀφείλετ’ ἐν Ἤλιδι δίῃ·
οἱ δὲ συναγρόμενοι Πυλίων ἡγήτορες ἄνδρες
δαίτρευον· πολέσιν γὰρ Ἐπειοὶ χρεῖος ὄφειλον,
ὡς ἡμεῖς παῦροι κεκακωμένοι ἐν Πύλῳ ἦμεν·
ἐλθὼν γάρ ῥ’ ἐκάκωσε βίη Ἡρακληείη 690
τῶν προτέρων ἐτέων, κατὰ δ’ ἔκταθεν ὅσσοι ἄριστοι·
δώδεκα γὰρ Νηλῆος ἀμύμονος υἱέες ἦμεν·
τῶν οἶος λιπόμην, οἱ δ’ ἄλλοι πάντες ὄλοντο.
ταῦθ’ ὑπερηφανέοντες Ἐπειοὶ χαλκοχίτωνες,
ἡμέας ὑβρίζοντες ἀτάσθαλα μηχανόωντο. 695
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/279
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ