Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/258

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
11. ΙΛΙΑΔΟΣ Λ

ῥώοντ’· ἄσβεστος δὲ βοὴ γένετ’ ἠῶθι πρό. 50
φθὰν δὲ μέγ’ ἱππήων ἐπὶ τάφρῳ κοσμηθέντες,
ἱππῆες δ’ ὀλίγον μετεκίαθον· ἐν δὲ κυδοιμὸν
ὦρσε κακὸν Κρονίδης, κατὰ δ’ ὑψόθεν ἧκεν ἐέρσας
αἵματι μυδαλέας ἐξ αἰθέρος, οὕνεκ’ ἔμελλε
πολλὰς ἰφθίμους κεφαλὰς Ἄϊδι προϊάψειν. 55
Τρῶες δ’ αὖθ’ ἑτέρωθεν ἐπὶ θρωσμῷ πεδίοιο
Ἕκτορά τ’ ἀμφὶ μέγαν καὶ ἀμύμονα Πουλυδάμαντα
Αἰνείαν θ’, ὃς Τρωσὶ θεὸς ὣς τίετο δήμῳ,
τρεῖς τ’ Ἀντηνορίδας Πόλυβον καὶ Ἀγήνορα δῖον
ἠΐθεόν τ’ Ἀκάμαντ’ ἐπιείκελον ἀθανάτοισιν. 60
Ἕκτωρ δ’ ἐν πρώτοισι φέρ’ ἀσπίδα πάντοσ’ ἐΐσην,
οἷος δ’ ἐκ νεφέων ἀναφαίνεται οὔλιος ἀστὴρ
παμφαίνων, τοτὲ δ’ αὖτις ἔδυ νέφεα σκιόεντα,
ὣς Ἕκτωρ ὁτὲ μέν τε μετὰ πρώτοισι φάνεσκεν,
ἄλλοτε δ’ ἐν πυμάτοισι κελεύων· πᾶς δ’ ἄρα χαλκῷ 65
λάμφ’ ὥς τε στεροπὴ πατρὸς Διὸς αἰγιόχοιο.
Οἱ δ’, ὥς τ’ ἀμητῆρες ἐναντίοι ἀλλήλοισιν
ὄγμον ἐλαύνωσιν ἀνδρὸς μάκαρος κατ’ ἄρουραν
πυρῶν ἢ κριθῶν· τὰ δὲ δράγματα ταρφέα πίπτει·
ὣς Τρῶες καὶ Ἀχαιοὶ ἐπ’ ἀλλήλοισι θορόντες 70
δῄουν, οὐδ’ ἕτεροι μνώοντ’ ὀλοοῖο φόβοιο.
ἴσας δ’ ὑσμίνη κεφαλὰς ἔχεν, οἱ δὲ λύκοι ὣς
θῦνον· Ἔρις δ’ ἄρ’ ἔχαιρε πολύστονος εἰσορόωσα·
οἴη γάρ ῥα θεῶν παρετύγχανε μαρναμένοισιν,
οἱ δ’ ἄλλοι οὔ σφιν πάρεσαν θεοί, ἀλλὰ ἕκηλοι 75
σφοῖσιν ἐνὶ μεγάροισι καθήατο, ἧχι ἑκάστῳ
δώματα καλὰ τέτυκτο κατὰ πτύχας Οὐλύμποιο.