βῆ δ’ ἰέναι, χροῒ δ’ ἔντε’ ἐδύσετο παμφανόωντα.
ὣς ὁ μὲν Αἰτωλοῖσιν ἀπήμυνεν κακὸν ἦμαρ
εἴξας ᾧ θυμῷ· τῷ δ’ οὐκέτι δῶρα τέλεσσαν
πολλά τε καὶ χαρίεντα, κακὸν δ’ ἤμυνε καὶ αὔτως.
ἀλλὰ σὺ μή μοι ταῦτα νόει φρεσί, μὴ δέ σε δαίμων 600
ἐνταῦθα τρέψειε φίλος· κάκιον δέ κεν εἴη
νηυσὶν καιομένῃσιν ἀμυνέμεν· ἀλλ’ ἐπὶ δώρων
ἔρχεο· ἶσον γάρ σε θεῷ τίσουσιν Ἀχαιοί.
εἰ δέ κ’ ἄτερ δώρων πόλεμον φθισήνορα δύῃς
οὐκέθ’ ὁμῶς τιμῆς ἔσεαι πόλεμόν περ ἀλαλκών.» 605
Τὸν δ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
«Φοῖνιξ ἄττα γεραιὲ διοτρεφὲς οὔ τί με ταύτης
χρεὼ τιμῆς· φρονέω δὲ τετιμῆσθαι Διὸς αἴσῃ,
ἥ μ’ ἕξει παρὰ νηυσὶ κορωνίσιν εἰς ὅ κ’ ἀϋτμὴ
ἐν στήθεσσι μένῃ καί μοι φίλα γούνατ’ ὀρώρῃ. 610
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσι·
μή μοι σύγχει θυμὸν ὀδυρόμενος καὶ ἀχεύων,
Ἀτρεΐδῃ ἥρωϊ φέρων χάριν· οὐδέ τί σε χρὴ
τὸν φιλέειν, ἵνα μή μοι ἀπέχθηαι φιλέοντι.
καλόν τοι σὺν ἐμοὶ τὸν κήδειν ὅς κ’ ἐμὲ κήδῃ· 615
ἶσον ἐμοὶ βασίλευε καὶ ἥμισυ μείρεο τιμῆς.
οὗτοι δ’ ἀγγελέουσι, σὺ δ’ αὐτόθι λέξεο μίμνων
εὐνῇ ἔνι μαλακῇ· ἅμα δ’ ἠοῖ φαινομένηφι
φρασσόμεθ’ ἤ κε νεώμεθ’ ἐφ’ ἡμέτερ’ ἦ κε μένωμεν.»
Ἦ καὶ Πατρόκλῳ ὅ γ’ ἐπ’ ὀφρύσι νεῦσε σιωπῇ 620
Φοίνικι στορέσαι πυκινὸν λέχος, ὄφρα τάχιστα
ἐκ κλισίης νόστοιο μεδοίατο· τοῖσι δ’ ἄρ’ Αἴας
ἀντίθεος Τελαμωνιάδης μετὰ μῦθον ἔειπε·
«διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ,
ἴομεν· οὐ γάρ μοι δοκέει μύθοιο τελευτὴ 625
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/231
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
9. ΙΛΙΑΔΟΣ Ι