τῇ πιθόμην καὶ ἔρεξα· πατὴρ δ’ ἐμὸς αὐτίκ’ ὀϊσθεὶς
πολλὰ κατηρᾶτο, στυγερὰς δ’ ἐπεκέκλετ’ Ἐρινῦς,
μή ποτε γούνασιν οἷσιν ἐφέσσεσθαι φίλον υἱὸν 455
ἐξ ἐμέθεν γεγαῶτα· θεοὶ δ’ ἐτέλειον ἐπαρὰς
Ζεύς τε καταχθόνιος καὶ ἐπαινὴ Περσεφόνεια. 457
ἔνθ’ ἐμοὶ οὐκέτι πάμπαν ἐρητύετ’ ἐν φρεσὶ θυμὸς 462
πατρὸς χωομένοιο κατὰ μέγαρα στρωφᾶσθαι.
ἦ μὲν πολλὰ ἔται καὶ ἀνεψιοὶ ἀμφὶς ἐόντες
αὐτοῦ λισσόμενοι κατερήτυον ἐν μεγάροισι, 465
πολλὰ δὲ ἴφια μῆλα καὶ εἰλίποδας ἕλικας βοῦς
ἔσφαζον, πολλοὶ δὲ σύες θαλέθοντες ἀλοιφῇ
εὑόμενοι τανύοντο διὰ φλογὸς Ἡφαίστοιο,
πολλὸν δ’ ἐκ κεράμων μέθυ πίνετο τοῖο γέροντος.
εἰνάνυχες δέ μοι ἀμφ’ αὐτῷ παρὰ νύκτας ἴαυον· 470
οἳ μὲν ἀμειβόμενοι φυλακὰς ἔχον, οὐδέ ποτ’ ἔσβη
πῦρ, ἕτερον μὲν ὑπ’ αἰθούσῃ εὐερκέος αὐλῆς,
ἄλλο δ’ ἐνὶ προδόμῳ, πρόσθεν θαλάμοιο θυράων.
ἀλλ’ ὅτε δὴ δεκάτη μοι ἐπήλυθε νὺξ ἐρεβεννή,
καὶ τότ’ ἐγὼ θαλάμοιο θύρας πυκινῶς ἀραρυίας 475
ῥήξας ἐξῆλθον, καὶ ὑπέρθορον ἑρκίον αὐλῆς
ῥεῖα, λαθὼν φύλακάς τ’ ἄνδρας δμῳάς τε γυναῖκας.
φεῦγον ἔπειτ’ ἀπάνευθε δι’ Ἑλλάδος εὐρυχόροιο,
Φθίην δ’ ἐξικόμην ἐριβώλακα μητέρα μήλων
ἐς Πηλῆα ἄναχθ’· ὁ δέ με πρόφρων ὑπέδεκτο, 480
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/226
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
9. ΙΛΙΑΔΟΣ Ι