Ὣς οἳ μὲν Τρῶες φυλακὰς ἔχον· αὐτὰρ Ἀχαιοὺς
θεσπεσίη ἔχε φύζα φόβου κρυόεντος ἑταίρη,
πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι.
ὡς δ’ ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα,
βορέης καὶ Ζέφυρος, τώ τε Θρῄκηθεν ἄητον, 5
ἐλθόντ’ ἐξαπίνης· ἄμυδις δέ τε κῦμα κελαινὸν
κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν·
ὣς ἐδαΐζετο θυμὸς ἐνὶ στήθεσσιν Ἀχαιῶν.
Ἀτρεΐδης δ’ ἄχεϊ μεγάλῳ βεβολημένος ἦτορ
φοίτα κηρύκεσσι λιγυφθόγγοισι κελεύων 10
κλήδην εἰς ἀγορὴν κικλήσκειν ἄνδρα ἕκαστον,
μὴ δὲ βοᾶν· αὐτὸς δὲ μετὰ πρώτοισι πονεῖτο.
ἷζον δ’ εἰν ἀγορῇ τετιηότες· ἂν δ’ Ἀγαμέμνων
ἵστατο δάκρυ χέων ὥς τε κρήνη μελάνυδρος,
ἥ τε κατ’ αἰγίλιπος πέτρης δνοφερὸν χέει ὕδωρ· 15
ὣς ὃ βαρὺ στενάχων ἔπε’ Ἀργείοισι μετηύδα·
«ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
σχέτλιος, ὃς τότε μέν μοι ὑπέσχετο καὶ κατένευσεν