Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς·
«ὢ πόποι ἐννοσίγαι’ εὐρυσθενές, οἷον ἔειπες. 455
ἄλλός κέν τις τοῦτο θεῶν δείσειε νόημα,
ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε·
σὸν δ’ ἤτοι κλέος ἔσται ὅσον τ’ ἐπικίδναται ἠώς.
ἄγρει μὰν ὅτ' ἂν αὖτε κάρη κομόωντες Ἀχαιοὶ
οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν 460
τεῖχος ἀναῤῥήξας τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι,
αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,
ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν.»
Ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
δύσετο δ’ ἠέλιος, τετέλεστο δὲ ἔργον Ἀχαιῶν, 465
βουφόνεον δὲ κατὰ κλισίας καὶ δόρπον ἕλοντο.
νῆες δ’ ἐκ Λήμνοιο παρέσταν οἶνον ἄγουσαι
πολλαί, τὰς προέηκεν Ἰησονίδης Εὔνηος,
τόν ῥ’ ἔτεχ’ Ὑψιπύλη ὑπ’ Ἰήσονι ποιμένι λαῶν.
χωρὶς δ’ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ 470
δῶκεν Ἰησονίδης ἀγέμεν μέθυ χίλια μέτρα.
ἔνθεν οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί,
ἄλλοι μὲν χαλκῷ, ἄλλοι δ’ αἴθωνι σιδήρῳ,
ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’ αὐτῇσι βόεσσιν,
ἄλλοι δ’ ἀνδραπόδεσσι· τίθεντο δὲ δαῖτα θάλειαν. 475
παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ
δαίνυντο, Τρῶες δὲ κατὰ πτόλιν ἠδ’ ἐπίκουροι·
παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς
σμερδαλέα κτυπέων· τοὺς δὲ χλωρὸν δέος ᾕρει·
οἶνον δ’ ἐκ δεπάων χαμάδις χέον, οὐδέ τις ἔτλη 480
πρὶν πιέειν πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι.
κοιμήσαντ’ ἄρ’ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο.
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/189
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η