κήομεν· ὕστερον αὖτε μαχησόμεθ’ εἰς ὅ κε δαίμων
ἄμμε διακρίνῃ, δώῃ δ’ ἑτέροισί γε νίκην.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ·
ὀψὲ δὲ δὴ μετέειπε βοὴν ἀγαθὸς Διομήδης·
«μήτ’ ἄρ τις νῦν κτήματ’ Ἀλεξάνδροιο δεχέσθω 400
μήθ’ Ἑλένην· γνωτὸν δὲ καὶ ὃς μάλα νήπιός ἐστιν
ὡς ἤδη Τρώεσσιν ὀλέθρου πείρατ’ ἐφῆπται.»
Ὣς ἔφαθ’, οἳ δ’ ἄρα πάντες ἐπίαχον υἷες Ἀχαιῶν
μῦθον ἀγασσάμενοι Διομήδεος ἱπποδάμοιο·
καὶ τότ’ ἄρ’ Ἰδαῖον προσέφη κρείων Ἀγαμέμνων· 405
«Ἰδαῖ’ ἤτοι μῦθον Ἀχαιῶν αὐτὸς ἀκούεις
ὥς τοι ὑποκρίνονται· ἐμοὶ δ’ ἐπιανδάνει οὕτως
ἀμφὶ δὲ νεκροῖσιν κατακαιέμεν οὔ τι μεγαίρω·
οὐ γάρ τις φειδὼ νεκύων κατατεθνηώτων
γίγνετ’ ἐπεί κε θάνωσι πυρὸς μειλισσέμεν ὦκα. 410
ὅρκια δὲ Ζεὺς ἴστω ἐρίγδουπος πόσις Ἥρης.»
Ὣς εἰπὼν τὸ σκῆπτρον ἀνέσχεθε πᾶσι θεοῖσιν,
ἄψοῤῥον δ’ Ἰδαῖος ἔβη προτὶ Ἴλιον ἱρήν.
οἳ δ’ ἕατ’ εἰν ἀγορῇ Τρῶες καὶ Δαρδανίωνες
πάντες ὁμηγερέες, ποτιδέγμενοι ὁππότ’ ἄρ’ ἔλθοι 415
Ἰδαῖος· ὃ δ’ ἄρ’ ἦλθε καὶ ἀγγελίην ἀπέειπε
στὰς ἐν μέσσοισιν· τοὶ δ’ ὁπλίζοντο μάλ’ ὦκα,
ἀμφότερον νέκυάς τ’ ἀγέμεν ἕτεροι δὲ μεθ’ ὕλην·
Ἀργεῖοι δ’ ἑτέρωθεν ἐϋσσέλμων ἀπὸ νηῶν
ὀτρύνοντο νέκυς τ’ ἀγέμεν, ἕτεροι δὲ μεθ’ ὕλην. 420
Ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας
ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο
οὐρανὸν εἰσανιών· οἳ δ’ ἤντεον ἀλλήλοισιν.
ἔνθα διαγνῶναι χαλεπῶς ἦν ἄνδρα ἕκαστον·
ἀλλ’ ὕδατι νίζοντες ἄπο βρότον αἱματόεντα, 425
δάκρυα θερμὰ χέοντες ἀμαξάων ἐπάειραν.
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/187
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η