Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/181

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
7. ΙΛΙΑΔΟΣ Η

ταύρων ζατρεφέων, ἐπὶ δ’ ὄγδοον ἤλασε χαλκόν.
τὸ πρόσθε στέρνοιο φέρων Τελαμώνιος Αἴας
στῆ ῥα μάλ’ Ἕκτορος ἐγγύς, ἀπειλήσας δὲ προσηύδα· 225
«Ἕκτορ νῦν μὲν δὴ σάφα εἴσεαι οἰόθεν οἶος
οἷοι καὶ Δαναοῖσιν ἀριστῆες μετέασι
καὶ μετ’ Ἀχιλλῆα ῥηξήνορα θυμολέοντα.
ἀλλ’ ὃ μὲν ἐν νήεσσι κορωνίσι ποντοπόροισι
κεῖτ’ ἀπομηνίσας Ἀγαμέμνονι ποιμένι λαῶν· 230
ἡμεῖς δ’ εἰμὲν τοῖοι οἳ ἂν σέθεν ἀντιάσαιμεν
καὶ πολέες· ἀλλ’ ἄρχε μάχης ἠδὲ πτολέμοιο.»
Τὸν δ’ αὖτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ·
«Αἶαν διογενὲς Τελαμώνιε κοίρανε λαῶν
μή τί μευ ἠΰτε παιδὸς ἀφαυροῦ πειρήτιζε, 235
ἠὲ γυναικός, ἣ οὐκ οἶδεν πολεμήϊα ἔργα.
αὐτὰρ ἐγὼν εὖ οἶδα μάχας τ’ ἀνδροκτασίας τε·
οἶδ’ ἐπὶ δεξιά, οἶδ’ ἐπ’ ἀριστερὰ νωμῆσαι βῶν
ἀζαλέην, τό μοι ἔστι ταλαύρινον πολεμίζειν·
οἶδα δ’ ἐπαΐξαι μόθον ἵππων ὠκειάων· 240
οἶδα δ’ ἐνὶ σταδίῃ δηΐῳ μέλπεσθαι Ἄρηϊ.
ἀλλ’ οὐ γάρ σ’ ἐθέλω βαλέειν τοιοῦτον ἐόντα
λάθρῃ ὀπιπεύσας, ἀλλ’ ἀμφαδόν, αἴ κε τύχωμι.»
Ἦ ῥα, καὶ ἀμπεπαλὼν προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλεν Αἴαντος δεινὸν σάκος ἑπταβόειον 245
ἀκρότατον κατὰ χαλκόν, ὃς ὄγδοος ἦεν ἐπ’ αὐτῷ.
ἓξ δὲ διὰ πτύχας ἦλθε δαΐζων χαλκὸς ἀτειρής,
ἐν τῇ δ’ ἑβδομάτῃ ῥινῷ σχέτο· δεύτερος αὖτε
Αἴας διογενὴς προΐει δολιχόσκιον ἔγχος,
καὶ βάλε Πριαμίδαο κατ’ ἀσπίδα πάντοσ’ ἐΐσην. 250