Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
ΙΛΙΑΔΟΣ Η
Ὣς εἰπὼν πυλέων ἐξέσσυτο φαίδιμος Ἕκτωρ,
τῷ δ’ ἅμ’ Ἀλέξανδρος κί’ ἀδελφεός· ἐν δ’ ἄρα θυμῷ
ἀμφότεροι μέμασαν πολεμίζειν ἠδὲ μάχεσθαι.
ὡς δὲ θεὸς ναύτῃσιν ἐελδομένοισιν ἔδωκεν
οὖρον, ἐπεί κε κάμωσιν ἐϋξέστῃς ἐλάτῃσι 5
πόντον ἐλαύνοντες, καμάτῳ δ’ ὑπὸ γυῖα λέλυνται,
ὣς ἄρα τὼ Τρώεσσιν ἐελδομένοισι φανήτην.
Ἔνθ’ ἑλέτην ὃ μὲν υἱὸν Ἀρηϊθόοιο ἄνακτος
Ἄρνῃ ναιετάοντα Μενέσθιον, ὃν κορυνήτης
γείνατ’ Ἀρηΐθοος καὶ Φυλομέδουσα βοῶπις· 10
Ἕκτωρ δ’ Ἠϊονῆα βάλ’ ἔγχεϊ ὀξυόεντι
αὐχέν’ ὑπὸ στεφάνης εὐχάλκου, λύντο δὲ γυῖα.
Γλαῦκος δ’ Ἱππολόχοιο πάϊς Λυκίων ἀγὸς ἀνδρῶν,
Ἰφίνοον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην
Δεξιάδην ἵππων ἐπιάλμενον ὠκειάων, 15
ὦμον· ὃ δ’ ἐξ ἵππων χαμάδις πέσε, λύντο δὲ γυῖα.
Τοὺς δ’ ὡς οὖν ἐνόησε θεὰ γλαυκῶπις Ἀθήνη