ἣ δ’ ἔτεκε τρία τέκνα δαΐφρονι Βελλεροφόντῃ
Ἴσανδρόν τε καὶ Ἱππόλοχον καὶ Λαοδάμειαν.
Λαοδαμείῃ μὲν παρελέξατο μητίετα Ζεύς,
ἣ δ’ ἔτεκ’ ἀντίθεον Σαρπηδόνα χαλκοκορυστήν.
ἀλλ’ ὅτε δὴ καὶ κεῖνος ἀπήχθετο πᾶσι θεοῖσιν, 200
ἤτοι ὃ κὰπ πεδίον τὸ Ἀλήϊον οἶος ἀλᾶτο
ὃν θυμὸν κατέδων, πάτον ἀνθρώπων ἀλεείνων·
Ἴσανδρον δέ οἱ υἱὸν Ἄρης ἆτος πολέμοιο
μαρνάμενον Σολύμοισι κατέκτανε κυδαλίμοισι·
τὴν δὲ χολωσαμένη χρυσήνιος Ἄρτεμις ἔκτα. 205
Ἱππόλοχος δέ μ’ ἔτικτε, καὶ ἐκ τοῦ φημι γενέσθαι·
πέμπε δέ μ’ ἐς Τροίην, καί μοι μάλα πόλλ’ ἐπέτελλεν
αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων,
μηδὲ γένος πατέρων αἰσχυνέμεν, οἳ μέγ’ ἄριστοι
ἔν τ’ Ἐφύρῃ ἐγένοντο καὶ ἐν Λυκίῃ εὐρείῃ. 210
ταύτης τοι γενεῆς τε καὶ αἵματος εὔχομαι εἶναι.»
Ὣς φάτο, γήθησεν δὲ βοὴν ἀγαθὸς Διομήδης·
ἔγχος μὲν κατέπηξεν ἐπὶ χθονὶ πουλυβοτείρῃ,
αὐτὰρ ὃ μειλιχίοισι προσηύδα ποιμένα λαῶν·
«ἦ ῥά νύ μοι ξεῖνος πατρώϊός ἐσσι παλαιός· 215
Οἰνεὺς γάρ ποτε δῖος ἀμύμονα Βελλεροφόντην
ξείνισ’ ἐνὶ μεγάροισιν ἐείκοσιν ἤματ’ ἐρύξας·
οἳ δὲ καὶ ἀλλήλοισι πόρον ξεινήϊα καλά·
Οἰνεὺς μὲν ζωστῆρα δίδου φοίνικι φαεινόν,
Βελλεροφόντης δὲ χρύσεον δέπας ἀμφικύπελλον 220
καί μιν ἐγὼ κατέλειπον ἰὼν ἐν δώμασ’ ἐμοῖσι.
Τυδέα δ’ οὐ μέμνημαι, ἐπεί μ’ ἔτι τυτθὸν ἐόντα
κάλλιφ’, ὅτ’ ἐν Θήβῃσιν ἀπώλετο λαὸς Ἀχαιῶν.
τὼ νῦν σοὶ μὲν ἐγὼ ξεῖνος φίλος Ἄργεϊ μέσσῳ
εἰμί, σὺ δ’ ἐν Λυκίῃ ὅτε κεν τῶν δῆμον ἵκωμαι. 225
ἔγχεα δ’ ἀλλήλων ἀλεώμεθα καὶ δι’ ὁμίλου·
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/162
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6. ΙΛΙΑΔΟΣ Ζ