τῶν κέν τοι χαρίσαιτο πατὴρ ἀπερείσι’ ἄποινα
εἴ κεν ἐμὲ ζωὸν πεπύθοιτ’ ἐπὶ νηυσὶν Ἀχαιῶν.» 50
Ὣς φάτο, τῷ δ’ ἄρα θυμὸν ἐνὶ στήθεσσιν ἔπειθε·
καὶ δή μιν τάχ’ ἔμελλε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
δώσειν ᾧ θεράποντι καταξέμεν· ἀλλ’ Ἀγαμέμνων
ἀντίος ἦλθε θέων, καὶ ὁμοκλήσας ἔπος ηὔδα·
«ὦ πέπον ὦ Μενέλαε, τί ἢ δὲ σὺ κήδεαι οὕτως 55
ἀνδρῶν; ἦ σοὶ ἄριστα πεποίηται κατὰ οἶκον
πρὸς Τρώων; τῶν μή τις ὑπεκφύγοι αἰπὺν ὄλεθρον
χεῖράς θ’ ἡμετέρας, μηδ’ ὅν τινα γαστέρι μήτηρ
κοῦρον ἐόντα φέροι, μηδ’ ὃς φύγοι, ἀλλ’ ἅμα πάντες
Ἰλίου ἐξαπολοίατ’ ἀκήδεστοι καὶ ἄφαντοι.» 60
Ὣς εἰπὼν ἔτρεψεν ἀδελφειοῦ φρένας ἥρως
αἴσιμα παρειπών· ὃ δ’ ἀπὸ ἕθεν ὤσατο χειρὶ
ἥρω’ Ἄδρηστον· τὸν δὲ κρείων Ἀγαμέμνων
οὖτα κατὰ λαπάρην· ὃ δ’ ἀνετράπετ’, Ἀτρεΐδης δὲ
λὰξ ἐν στήθεσι βὰς ἐξέσπασε μείλινον ἔγχος. 65
Νέστωρ δ’ Ἀργείοισιν ἐκέκλετο μακρὸν ἀΰσας·
«ὦ φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
μή τις νῦν ἐνάρων ἐπιβαλλόμενος μετόπισθε
μιμνέτω ὥς κε πλεῖστα φέρων ἐπὶ νῆας ἵκηται,
ἀλλ’ ἄνδρας κτείνωμεν· ἔπειτα δὲ καὶ τὰ ἕκηλοι 70
νεκροὺς ἂμ πεδίον συλήσετε τεθνηῶτας.»
Ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ' Ἀχαιῶν
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
εἰ μὴ ἄρ’ Αἰνείᾳ τε καὶ Ἕκτορι εἶπε παραστὰς 75
Πριαμίδης Ἕλενος οἰωνοπόλων ὄχ’ ἄριστος·
«Αἰνεία τε καὶ Ἕκτορ, ἐπεὶ πόνος ὔμμι μάλιστα
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/157
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
6. ΙΛΙΑΔΟΣ Ζ