Τρώων δ’ οἰώθη καὶ Ἀχαιῶν φύλοπις αἰνή·
πολλὰ δ’ ἄρ’ ἔνθα καὶ ἔνθ’ ἴθυσε μάχη πεδίοιο
ἀλλήλων ἰθυνομένων χαλκήρεα δοῦρα
μεσσηγὺς Σιμόεντος ἰδὲ Ξάνθοιο ῥοάων.
Αἴας δὲ πρῶτος Τελαμώνιος ἕρκος Ἀχαιῶν, 5
Τρώων ῥῆξε φάλαγγα, φόως δ’ ἑτάροισιν ἔθηκεν,
ἄνδρα βαλὼν ὃς ἄριστος ἐνὶ Θρῄκεσσι τέτυκτο
υἱὸν Ἐϋσσώρου Ἀκάμαντ’ ἠΰν τε μέγαν τε.
τόν ῥ’ ἔβαλε πρῶτος κόρυθος φάλον ἱπποδασείης,
ἐν δὲ μετώπῳ πῆξε, πέρησε δ’ ἄρ’ ὀστέον εἴσω 10
αἰχμὴ χαλκείη· τὸν δὲ σκότος ὄσσε κάλυψεν.
Ἄξυλον δ’ ἄρ’ ἔπεφνε βοὴν ἀγαθὸς Διομήδης
Τευθρανίδην, ὃς ἔναιεν ἐϋκτιμένῃ ἐν Ἀρίσβῃ
ἀφνειὸς βιότοιο, φίλος δ’ ἦν ἀνθρώποισι.
πάντας γὰρ φιλέεσκεν ὁδῷ ἔπι οἰκία ναίων. 15
ἀλλά οἱ οὔ τις τῶν γε τότ’ ἤρκεσε λυγρὸν ὄλεθρον
πρόσθεν ὑπαντιάσας, ἀλλ’ ἄμφω θυμὸν ἀπηύρα
αὐτὸν καὶ θεράποντα Καλήσιον, ὅς ῥα τόθ’ ἵππων
ἔσκεν ὑφηνίοχος· τὼ δ’ ἄμφω γαῖαν ἐδύτην.