Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/146

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

Τληπόλεμος· καὶ τῶν μὲν ἁμαρτῇ δούρατα μακρὰ
ἐκ χειρῶν ἤϊξαν· ὃ μὲν βάλεν αὐχένα μέσσον
Σαρπηδών, αἰχμὴ δὲ διαμπερὲς ἦλθ’ ἀλεγεινή·
τὸν δὲ κατ’ ὀφθαλμῶν ἐρεβεννὴ νὺξ ἐκάλυψε.
Τληπόλεμος δ’ ἄρα μηρὸν ἀριστερὸν ἔγχεϊ μακρῷ 660
βεβλήκειν, αἰχμὴ δὲ διέσσυτο μαιμώωσα,
ὀστέω ἐγχριμφθεῖσα, πατὴρ δ’ ἔτι λοιγὸν ἄμυνεν.
Οἱ μὲν ἄρ’ ἀντίθεον Σαρπηδόνα δῖοι ἑταῖροι
ἐξέφερον πολέμοιο· βάρυνε δέ μιν δόρυ μακρὸν
ἑλκόμενον· τὸ μὲν οὔ τις ἐπεφράσατ’ οὐδὲ νόησε, 665
μηροῦ ἐξερύσαι δόρυ μείλινον ὄφρ’ ἐπιβαίη,
σπευδόντων· τοῖον γὰρ ἔχον πόνον ἀμφιέποντες.
Τληπόλεμον δ’ ἑτέρωθεν ἐϋκνήμιδες Ἀχαιοὶ
ἐξέφερον πολέμοιο· νόησε δὲ δῖος Ὀδυσσεὺς
τλήμονα θυμὸν ἔχων, μαίμησε δέ οἱ φίλον ἦτορ· 670
μερμήριξε δ’ ἔπειτα κατὰ φρένα καὶ κατὰ θυμὸν
ἢ προτέρω Διὸς υἱὸν ἐριγδούποιο διώκοι,
ἦ ὅ γε τῶν πλεόνων Λυκίων ἀπὸ θυμὸν ἕλοιτο.
οὐδ’ ἄρ’ Ὀδυσσῆϊ μεγαλήτορι μόρσιμον ἦεν
ἴφθιμον Διὸς υἱὸν ἀποκτάμεν ὀξέϊ χαλκῷ· 675
τώ ῥα κατὰ πληθὺν Λυκίων τράπε θυμὸν Ἀθήνη.
ἔνθ’ ὅ γε Κοίρανον εἷλεν Ἀλάστορά τε Χρομίον τε
Ἄλκανδρόν θ’ Ἅλιόν τε Νοήμονά τε Πρύτανίν τε.
καί νύ κ’ ἔτι πλέονας Λυκίων κτάνε δῖος Ὀδυσσεὺς
εἰ μὴ ἄρ’ ὀξὺ νόησε μέγας κορυθαίολος Ἕκτωρ· 680
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
δεῖμα φέρων Δαναοῖσι· χάρη δ’ ἄρα οἱ προσιόντι
Σαρπηδὼν Διὸς υἱός, ἔπος δ’ ὀλοφυδνὸν ἔειπε·
«Πριαμίδη, μὴ δή με ἕλωρ Δαναοῖσιν ἐάσῃς
κεῖσθαι, ἀλλ’ ἐπάμυνον· ἔπειτά με καὶ λίποι αἰὼν 685
ἐν πόλει ὑμετέρῃ, ἐπεὶ οὐκ ἄρ’ ἔμελλον ἔγωγε