Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/132

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε

μὴ τὼ μὲν δείσαντε ματήσετον, οὐδ’ ἐθέλητον
ἐκφερέμεν πολέμοιο τεὸν φθόγγον ποθέοντε,
νῶϊ δ’ ἐπαΐξας μεγαθύμου Τυδέος υἱὸς 235
αὐτώ τε κτείνῃ καὶ ἐλάσσῃ μώνυχας ἵππους.
ἀλλὰ σύ γ’ αὐτὸς ἔλαυνε τέ’ ἅρματα καὶ τεὼ ἵππω,
τὸν δὲ δ’ ἐγὼν ἐπιόντα δεδέξομαι ὀξέϊ δουρί.»
Ὣς ἄρα φωνήσαντες ἐς ἅρματα ποικίλα βάντες,
ἐμμεμαῶτ’ ἐπὶ Τυδεΐδῃ ἔχον ὠκέας ἵππους. 240
τοὺς δὲ ἴδε Σθένελος Καπανήϊος ἀγλαὸς υἱός,
αἶψα δὲ Τυδεΐδην ἔπεα πτερόεντα προσηύδα·
«Τυδεΐδη Διόμηδες ἐμῷ κεχαρισμένε θυμῷ,
ἄνδρ’ ὁρόω κρατερὼ ἐπὶ σοὶ μεμαῶτε μάχεσθαι,
ἶν’ ἀπέλεθρον ἔχοντας· ὁ μὲν τόξων ἐῢ εἰδὼς, 245
Πάνδαρος, υἱὸς δ’ αὖτε Λυκάονος εὔχεται εἶναι·
Αἰνείας δ’ υἱὸς μὲν ἀμύμονος Ἀγχίσαο
εὔχεται ἐκγεγάμεν, μήτηρ δέ οἵ ἐστ’ Ἀφροδίτη.
ἀλλ’ ἄγε δὴ χαζώμεθ’ ἐφ’ ἵππων, μηδέ μοι οὕτω
θῦνε διὰ προμάχων, μή πως φίλον ἦτορ ὀλέσσῃς.» 250
Τὸν δ’ ἄρ’ ὑπόδρα ἰδὼν προσέφη κρατερὸς Διομήδης·
«μή τι φόβον δ’ ἀγόρευ’, ἐπεὶ οὐδὲ σὲ πεισέμεν οἴω.
οὐ γάρ μοι γενναῖον ἀλυσκάζοντι μάχεσθαι
οὐδὲ καταπτώσσειν· ἔτι μοι μένος ἔμπεδόν ἐστιν·
ὀκνείω δ’ ἵππων ἐπιβαινέμεν, ἀλλὰ καὶ αὔτως 255
ἀντίον εἶμ’ αὐτῶν· τρεῖν μ’ οὐκ ἐᾷ Παλλὰς Ἀθήνη.
τούτω δ’ οὐ πάλιν αὖτις ἀποίσετον ὠκέες ἵπποι
ἄμφω ἀφ’ ἡμείων, εἴ γ’ οὖν ἕτερός γε φύγῃσιν.
ἄλλο δέ τοι ἐρέω, σὺ δ’ ἐνὶ φρεσὶ βάλλεο σῇσιν·
αἴ κέν μοι πολύβουλος Ἀθήνη κῦδος ὀρέξῃ 260
ἀμφοτέρω κτεῖναι, σὺ δὲ τούσδε μὲν ὠκέας ἵππους