ἀλλ’ οὔ οἱ τότε γε χραῖσμ’ Ἄρτεμις ἰοχέαιρα,
οὐδὲ ἑκηβολίαι ᾗσιν τὸ πρίν γε κέκαστο·
ἀλλά μιν Ἀτρεΐδης δουρικλειτὸς Μενέλαος 55
πρόσθεν ἕθεν φεύγοντα μετάφρενον οὔτασε δουρὶ
ὤμων μεσσηγύς, διὰ δὲ στήθεσφιν ἔλασσεν,
ἤριπε δὲ πρηνής, ἀράβησε δὲ τεύχε’ ἐπ’ αὐτῷ.
Μηριόνης δὲ Φέρεκλον ἐνήρατο, τέκτονος υἱὸν
Ἁρμονίδεω, ὃς χερσὶν ἐπίστατο δαίδαλα πάντα 60
τεύχειν· ἔξοχα γάρ μιν ἐφίλατο Παλλὰς Ἀθήνη·
ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας
ἀρχεκάκους, αἳ πᾶσι κακὸν Τρώεσσι γένοντο
οἷ τ’ αὐτῷ, ἐπεὶ οὔ τι θεῶν ἐκ θέσφατα ᾔδη.
τὸν μὲν Μηριόνης ὅτε δὴ κατέμαρπτε διώκων, 65
βεβλήκει γλουτὸν κατὰ δεξιόν· ἣ δὲ διαπρὸ
ἀντικρὺ κατὰ κύστιν ὑπ’ ὀστέον ἤλυθ’ ἀκωκή·
γνὺξ δ’ ἔριπ’ οἰμώξας, θάνατος δέ μιν ἀμφεκάλυψε.
Πήδαιον δ’ ἄρ’ ἔπεφνε Μέγης Ἀντήνορος υἱὸν
ὅς ῥα νόθος μὲν ἔην, πύκα δ’ ἔτρεφε δῖα Θεανὼ 70
ἶσα φίλοισι τέκεσσι χαριζομένη πόσεϊ ᾧ.
τὸν μὲν Φυλεΐδης δουρὶ κλυτὸς ἐγγύθεν ἐλθὼν
βεβλήκει κεφαλῆς κατὰ ἰνίον ὀξέϊ δουρί·
ἀντικρὺ δ’ ἀν’ ὀδόντας ὑπὸ γλῶσσαν τάμε χαλκός·
ἤριπε δ’ ἐν κονίῃ, ψυχρὸν δ’ ἕλε χαλκὸν ὀδοῦσιν. 75
Εὐρύπυλος δ’ Εὐαιμονίδης Ὑψήνορα δῖον
υἱὸν ὑπερθύμου Δολοπίονος, ὅς ῥα Σκαμάνδρου
ἀρητὴρ ἐτέτυκτο, θεὸς δ’ ὣς τίετο δήμῳ,
τὸν μὲν ἄρ’ Εὐρύπυλος, Εὐαίμονος ἀγλαὸς υἱός,
πρόσθεν ἕθεν φεύγοντα μεταδρομάδην ἔλασ’ ὦμον 80
φασγάνῳ ἀΐξας, ἀπὸ δ’ ἔξεσε χεῖρα βαρεῖαν·
αἱματόεσσα δὲ χεὶρ πεδίῳ πέσε· τὸν δὲ κατ’ ὄσσε
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/126
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
5. ΙΛΙΑΔΟΣ Ε