ὄψεαι αἴ κ’ ἐθέλῃσθα καὶ αἴ κέν τοι τὰ μεμήλῃ,
Τηλεμάχοιο φίλον πατέρα προμάχοισι μιγέντα
Τρώων ἱπποδάμων· σὺ δὲ ταῦτ’ ἀνεμώλια βάζεις.» 355
Τὸν δ’ ἐπιμειδήσας προσέφη κρείων Ἀγαμέμνων,
ὡς γνῶ χωομένοιο· πάλιν δ’ ὅ γε λάζετο μῦθον·
«διογενὲς Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ,
οὔτέ σε νεικείω περιώσιον οὔτε κελεύω·
οἶδα γὰρ ὥς τοι θυμὸς ἐνὶ στήθεσσι φίλοισιν 360
ἤπια δήνεα οἶδε· τὰ γὰρ φρονέεις ἅ τ’ ἐγώ περ.
ἀλλ’ ἴθι ταῦτα δ’ ὄπισθεν ἀρεσσόμεθ’ εἴ τι κακὸν νῦν
εἴρηται, τὰ δὲ πάντα θεοὶ μεταμώνια θεῖεν.»
Ὣς εἰπὼν τοὺς μὲν λίπεν αὐτοῦ, βῆ δὲ μετ’ ἄλλους.
εὗρε δὲ Τυδέος υἱὸν ὑπέρθυμον Διομήδεα, 365
ἑσταότ’ ἔν θ’ ἵπποισι καὶ ἅρμασι κολλητοῖσι·
πὰρ δέ οἱ ἑστήκει Σθένελος Καπανήϊος υἱός.
καὶ τὸν μὲν νείκεσσεν ἰδὼν κρείων Ἀγαμέμνων,
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
«ὤ μοι Τυδέος υἱὲ δαΐφρονος ἱπποδάμοιο 370
τί πτώσσεις, τί δ’ ὀπιπεύεις πολέμοιο γεφύρας;
οὐ μὲν Τυδέϊ γ’ ὧδε φίλον πτωσκαζέμεν ἦεν,
ἀλλὰ πολὺ πρὸ φίλων ἑτάρων δηΐοισι μάχεσθαι,
ὡς φάσαν οἵ μιν ἴδοντο πονεύμενον· οὐ γὰρ ἔγωγε
ἤντησ’ οὐδὲ ἴδον· περὶ δ’ ἄλλων φασὶ γενέσθαι. 375
ἤτοι μὲν γὰρ ἄτερ πολέμου εἰσῆλθε Μυκήνας
ξεῖνος ἅμ’ ἀντιθέῳ Πολυνείκεϊ λαὸν ἀγείρων·
οἳ δὲ τότ’ ἐστρατόωνθ’ ἱερὰ πρὸς τείχεα Θήβης,
καί ῥα μάλα λίσσοντο δόμεν κλειτοὺς ἐπικούρους·
οἳ δ’ ἔθελον δόμεναι καὶ ἐπῄνεον ὡς ἐκέλευον· 380
ἀλλὰ Ζεὺς ἔτρεψε παραίσια σήματα φαίνων.
Σελίδα:Homeri Opera, vol. 1 (1920).djvu/117
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
4. ΙΛΙΑΔΟΣ Δ