Σελίδα:Homère - Odyssée, I-IV, traduction Sommer, juxta, 1886.djvu/6

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
4
ΟΔΥΣΣΕΙΑΣ Α.

οἴκοι ἔσαν, πόλεμόν τε πεφευγότες ἠδὲ θάλασσαν·
τὸν δ' οἶον, νόστου κεχρημένον ἠδὲ γυναικός,
Νύμφη πότνι' ἔρυκε Καληψώ, δῖα θεάων 1,
ἐν σπέσσι γλαφυροῖσι, λιλαιομένη πόσιν εἶναι 2. [15]
Ἀλλ' ὅτε δὴ ἔτος ἦλθε, περιπλομένων ἐνιαυτῶν 3,
τῷ οἱ ἐπεκλώσαντο θεοὶ οἶκόνδε νέεσθαι
εἰς Ἰθακην, οὐδ' ἔνθα πεφυγμένος ἦεν ἀέθλων,
ϰαὶ μετὰ οἷσι φίλοισι 4. Θεοὶ δ' ἐλέαιρον ἅπαντες,
νοσφι Ποσειδάωνος· ὁ δ' ἀσπερχὲς μενέαινεν [20]
ἀντιθέῳ Ὀδυσῆϊ, πάρος ἣν γαῖαν ἱκέσθαι.

Ἀλλ' ὁ μὲν Αἰθίοπας μετεκίαθε τηλόθ' ἐόντας,
Αἰθίοπας 55, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν,
οἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ' ἀνιόντος,
ἀντιόων ταύρων τε καὶ ἀρνειῶν ἑκατόμβης. [25]
Ἔνθ' ὅγε τέρπετο δαιτὶ παρήμενος· οἱ δὲ δὴ ἄλλοι 6