τὴν δὲ Ζεὺς τίμησε, περισσὰ δὲ δῶρα ἔδωκεν.
αὐτὴν μὲν γὰρ ἔθηκε θεῶν μέγαν ἔμμεναι ὅρκον, 400
παῖδας δ᾽ ἤματα πάντα ἕο μεταναιέτας εἶναι.
ὣς δ᾽ αὔτως πάντεσσι διαμπερές, ὥς περ ὑπέστη,
ἐξετέλεσσ᾽· αὐτὸς δὲ μέγα κρατεῖ ἠδὲ ἀνάσσει.
Φοίβη δ᾽ αὖ Κοίου πολυήρατον ἦλθεν ἐς εὐνήν·
κυσαμένη δὴ ἔπειτα θεὰ θεοῦ ἐν φιλότητι 405
Λητὼ κυανόπεπλον ἐγείνατο, μείλιχον αἰεί,
μείλιχον ἐξ ἀρχῆς, ἀγανώτατον ἐντὸς Ὀλύμπου,408
ἤπιον ἀνθρώποισι καὶ ἀθανάτοισι θεοῖσιν.407
γείνατο δ᾽ Ἀστερίην ἐυώνυμον, ἥν ποτε Πέρσης
ἠγάγετ᾽ ἐς μέγα δῶμα φίλην κεκλῆσθαι ἄκοιτιν. 410
ἣ δ᾽ ὑποκυσαμένη Ἑκάτην τέκε, τὴν περὶ πάντων
Ζεὺς Κρονίδης τίμησε· πόρεν δέ οἱ ἀγλαὰ δῶρα,
μοῖραν ἔχειν γαίης τε καὶ ἀτρυγέτοιο θαλάσσης.
Ἥ δὲ καὶ ἀστερόεντος ἀπ᾽ οὐρανοῦ ἔμμορε τιμῆς
ἀθανάτοις τε θεοῖσι τετιμένη ἐστὶ μάλιστα. 415
Καὶ γὰρ νῦν, ὅτε πού τις ἐπιχθονίων ἀνθρώπων
ἔρδων ἱερὰ καλὰ κατὰ νόμον ἱλάσκηται,
κικλῄσκει Ἑκάτην· πολλή τέ οἱ ἕσπετο τιμὴ
Σελίδα:Hesiodi Carmina (1908).djvu/33
Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
23
v.376—418