Σελίδα:Hesiodi Carmina (1908).djvu/14

Αυτή η σελίδα έχει εγκριθεί.
4
THEOGONIAE

Ἠῶ τ᾽ Ἠέλιόν τε μέγαν λαμπράν τε Σελήνην
Γαῖάν τ᾽ Ὠκεανόν τε μέγαν καὶ Νύκτα μέλαιναν 20
ἄλλων τ᾽ ἀθανάτων ἱερὸν γένος αἰὲν ἐόντων.
αἵ νύ ποθ᾽ Ἡσίοδον καλὴν ἐδίδαξαν ἀοιδήν,
ἄρνας ποιμαίνονθ᾽ Ἑλικῶνος ὕπο ζαθέοιο.
τόνδε δέ με πρώτιστα θεαὶ πρὸς μῦθον ἔειπον,
Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο· 25
ποιμένες ἄγραυλοι, κάκ᾽ ἐλέγχεα, γαστέρες οἶον,
ἴδμεν ψεύδεα πολλὰ λέγειν ἐτύμοισιν ὁμοῖα,
ἴδμεν δ᾽, εὖτ᾽ ἐθέλωμεν, ἀληθέα γηρύσασθαι.
ὣς ἔφασαν κοῦραι μεγάλου Διὸς ἀρτιέπειαι·
καί μοι σκῆπτρον ἔδον δάφνης ἐριθηλέος ὄζον 30
δρέψασαι, θηητόν· ἐνέπνευσαν δέ μ᾽ ἀοιδὴν
θέσπιν, ἵνα κλείοιμι τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα.
καί μ᾽ ἐκέλονθ᾽ ὑμνεῖν μακάρων γένος αἰὲν ἐόντων,
σφᾶς δ᾽ αὐτὰς πρῶτόν τε καὶ ὕστατον αἰὲν ἀείδειν.
ἀλλὰ τί ἦ μοι ταῦτα περὶ δρῦν ἢ περὶ πέτρην; 35

Τύνη, Μουσάων ἀρχώμεθα, ταὶ Διὶ πατρὶ
ὑμνεῦσαι τέρπουσι μέγαν νόον ἐντὸς Ὀλύμπου,
εἰρεῦσαι τά τ᾽ ἐόντα τά τ᾽ ἐσσόμενα πρό τ᾽ ἐόντα,


19 om. E post 26 Apollonius Rhod. quedam videtur desiderasse27 ἴσμεν Athenagoras lib pro Christ. 2428 γηρύσασθαι K, μυθήσασθαι superscr. γρ. γηρύσασθαι L, γρ. γηρύσασθαι schol.; μυθήσασθαι Ω (superscr. γηρύσασθαι m. al. E)29 μοῦσαι ΗΙ, γρ. κοῦραι m. al. marg. I, κεῖναι Ωb30 ἔδων Ψ31 δρέψασαι Ψ, δρεψάμεναι Tzetzes Vit. Hes., δρέψασθαι Ω schol. Aristides XXVIII 23 K., θρέψασαι Nicephorus Gregoras in Synes. p. 373 D P., Nicephorus Chumnus Anecd. Gr. III 385 Boiss. μ' ἀοιδὴν scripsi μοι ἀοιδὴν Aristidis cod. U, ᾠδήν Lucianus, θεσπεσίην Aristides, θείην libri 33 με κέλονθ' Ωbc34 τε om. Ωb, με D ὕστατον ex ὕστερον rest. D, ὕστερον ΩbcΨ37 ἐντός] αἰὲν GHΨ