Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/57

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
cap. 3.33
Λόγος ἱερός

[ὀχλουμένης] γνῶναι ἀγαθῶν καὶ φαύλων, καὶ πασῶν ἀγαθῶν δαιδαλουργίαν εὑρεῖν. 4 ἄρχεται αὐτῶν βιῶσαί τε καὶ σοφισθῆναι πρὸς μοῖραν δρομήματος κυκλίων θεῶν, καὶ ἀναλυθῆναι εἰς τοῦτο· καὶ ἔσονται μεγάλα ἀπομνημονεύματα τεχνουργημάτων ἐπὶ τῆς γῆς, καταλιπόντες ἐν ἀνανεώσει χρόνων ἀμαύρωσιν. καὶ πᾶσα γένεσις ἐμψύχου σαρκὸς καὶ καρποῦ σπορᾶς καὶ πάσης τεχνουργίας τὰ ἐλαττούμενα ἀνανεωθήσεται ἀνάγκῃ καὶ ἀνανεώσει θεῶν καὶ φύσεως κύκλου ἐναριθμίου δρομήματι. τὸ γὰρ θεῖον ἡ πᾶσα κοσμικὴ σύγκρασις φύσει ἀνανεουμένη· ἐν γὰρ τῷ θείῳ καὶ ἡ φύσις συγκαθέστηκεν.

1. [ὀχλουμένης] οἰκουμένης Fluss., uncis incl. Tied.║ πασῶν] sic AB, πᾶσαν editi. 2. ἔρχεται Fluss. 4. εἰς τοῦτο· καὶ] sic Tied. εἰς ὃ reliqui.║ ἔσονται] ἔσται AB. 5. 6. ἀνανεώσει] sic Patr., ὀνόματι reliqui. 6. πᾶσαν γένεσιν AB Turn. Patr.║ ἔμψυχον A. 9. ἐν ἀριθμοῦ Patr. 10. ἀνανεουμένη] sic AB Patr., ἀναθεωρουμένη reliqui. 11. καθέστηκεν Patr.║ τέλος τοῦ λόγου ἱεροῦ add. Patr.