Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/52

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
28cap. 2.
Πρὸς Ἀσκληπιὸν

τὰ γὰρ μὴ ὄντα οὐ φύσιν ἔχει τοῦ δύνασθαι γενέσθαι, ἀλλὰ τοῦ μὴ δύνασθαί τι γενέσθαι καὶ πάλιν τὰ ὄντα οὐ φύσιν ἔχει τοῦ μηδέποτ' εἶναι.

14 Ἀσκληπιός. Τί οὖν φῂς τοῦ μὴ εἶναί ποτε;

Ἑρμῆς. ὁ οὖν θεὸς οὐ νοῦς ἐστιν, αἴτιος δὲ τοῦ εἶναι νοῦν, οὐδὲ πνεῦμα, αἴτιος δὲ τοῦ εἶναι πνεῦμα, οὐδὲ φῶς, αἴτιος δὲ τοῦ φῶς εἶναι· ὅθεν τὸν θεὸν δυσὶ ταύταις ταῖς προσηγορίαις σέβεσθαι δεῖ, ταῖς μόνῳ αὐτῷ προσῳκειωμέναις, καὶ ἄλλῳ οὐδενί. οὔτε γὰρ τῶν ἄλλων λεγομένων θεῶν οὔτε ἀνθρώπων οὔτε δαιμόνων τις δύναται κἂν καθ' ὁποσονοῦν ἀγαθὸς εἶναι ἢ μόνος ὁ θεός, καὶ τοῦτό ἐστι μόνον καὶ οὐδὲν ἄλλο· τὰ δὲ ἄλλα πάντα χωριστά ἐστι τῆς τοῦ ἀγαθοῦ φύσεως· σῶμα γάρ εἰσι καὶ ψυχή, τόπον οὐκ ἔχοντα χωρῆσαι δυνάμενον τὸ ἀγαθόν. {{15 τοσοῦτον γάρ ἐστι τοῦ ἀγαθοῦ τὸ μέγεθος, ὅσον ἐστὶν ὕπαρξις πάντων τῶν ὄντων, καὶ σωμάτων καὶ ἀσωμάτων, καὶ αἰσθητῶν καὶ νοητῶν· τοῦτό ἐστι τὸ ἀγαθόν,