Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
cap. 2.27
λόγος καθολικός.
κει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ. τὸν οὖν τόπον ἐν ᾧ τὸ πᾶν κινεῖται, τί εἴπομεν;
Ἑρμῆς.Ἀσώματον, ὦ Ἀσκληπιέ.
Ἀσκληπιός.Τὸ οὖν ἀσώματον τί ἐστι;
Ἑρμῆς.Νοῦς καὶ λόγος ὅλος ἐξ ὅλου ἑαυτὸν ἐμπεριέχων, ἐλεύθερος σώματος παντός, ἀπλανής, ἀπαθής, ἀναφής, αὐτὸς ἐν ἑαυτῷ ἑστώς, χωρητικὸς τῶν πάντων καὶ σωτήριος τῶν ὄντων, οὗ ὥσπερ ἀκτῖνές εἰσι τὸ ἀγαθόν, ἡ ἀλήθεια, τὸ ἀρχέτυπον φῶς, τὸ ἀρχέτυπον τῆς ψυχῆς.
Ἀσκληπιός.Ὁ οὖν θεὸς τί ἐστιν;
Ἑρμῆς.Ὁ μηδὲ ἓν τούτων ὑπάρχων, ὢν δὲ καὶ τοῦ εἶναι τούτοις αἴτιος, καὶ πᾶσι καὶ ἑνὶ ἑκάστῳ τῶν ὄντων πάντων. 13 οὐδὲ γὰρ οὐδὲν ὑπέλιπε πλέον τὸ μὴ ὄν, πάντα δέ ἐστι τὰ ἐκ τῶν ὄντων γινόμενα οὐχὶ ἐκ τῶν μὴ ὄντων.