Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/50

Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
26cap. 2.
Πρὸς Ἀσκληπιὸν

Ἑρμῆς. Οὐ σῶμά ἐστιν ὁ ἀήρ;

Ἀσκληπιός. Σῶμα.

Ἑρμῆς. Τοῦτο δὲ τὸ σῶμα οὐ διὰ πάντων διήκει τῶν ὄντων, καὶ πάντα διῆκον πληροῖ; σῶμα δὲ οὐκ ἐκ τῶν τεσσάρων κεκραμένον συνέστηκε; μεστὰ οὖν πάντα ἐστίν, ἃ σὺ φῂς κενά, τοῦ ἀέρος, εἰ δὲ τοῦ ἀέρος, καὶ τῶν τεσσάρων σωμάτων· καὶ συμβαίνει ὁ ἐναντίος λόγος ἐκφαίνεσθαι, ὅτι ἃ σὺ φῂς μεστά, ταῦτα πάντα κενά ἐστι τοῦ ἀέρος, ἐκείνων ὑπ' ἄλλων σωμάτων στενοχωρουμένων καὶ μὴ ἐχόντων δέξασθαι τὸν ἀέρα ἐν τόπῳ αὐτῶν. ταῦτα οὖν, ἃ σὺ φῂς εἶναι κενά, κοῖλα δεῖ ὀνομάζειν, οὐ κενά· ὑπάρχει γὰρ καὶ μεστά ἐστιν ἀέρος καὶ πνεύματος.

12 Ἀσκληπιός. Ἀναντίρρητος ὁ λόγος, ὦ τρισμέγιστε. σώμά ἐστιν ὁ ἀήρ. τοῦτο δὲ τὸ σῶμα, ὃ διὰ πάντων διή-