Αυτή η σελίδα δεν έχει ελεγχθεί ακόμη για πιθανά λάθη.
22cap. 2.
Πρὸς Ἀσκληπιὸν
συγκινεῖται τοῖς κινουμένοις; τὰς γὰρ σφαίρας ἔφης τὰς πλανωμένας κινεῖσθαι ὑπὸ τῆς ἀπλανοῦς σφαίρας.
Ἑρμῆς.Οὐκ ἔστιν αὕτη, ὦ Ἀσκληπιέ, συγκίνησις ἀλλ' ἀντικίνησις· οὐ γὰρ ὁμοίως κινοῦνται, ἀλλ' ἐναντίως ἀλλήλαις· ἡ δὲ ἐναντίωσις τὴν ἀντέρεισιν τῆς κινήσεως ἑστῶσαν ἔχει. 7 ἡ γὰρ ἀντιτυπία στάσις φορᾶς ἐστί· δὶ ὃ καὶ αἱ πλανώμεναι σφαῖραι ἐναντίως κινούμεναι τῇ ἀπλανεῖ, ὑπ' ἀλλήλων τῇ ἐναντίᾳ ὑπαντήσει περὶ τὴν ἐναντιότητα αὐτὴν ὑπὸ τῆς ἑστώσης κινοῦνται· καὶ ἄλλως ἔχειν ἀδύνατον. τὰς γὰρ ἄρκτους ταύτας ἃς ὁρᾷς μήτε δυνούσας μήτε ἀνατελλούσας, περὶ δὲ τὸ αὐτὸ στρεφομένας, οἴει ἢ κινεῖσθαι ἢ ἑστάναι;
Ἀσκληπιός.Κινεῖσθαι, ὦ Τρισμέγιστε.
Ἑρμῆς.Κίνησιν ποίαν, ὦ ᾿Ασκληπιέ;
Ἀσκληπιός.Τὴν περὶ τὰ αὐτὰ ἀναστρεφομένην.