Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/44

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
20
Πρὸς Ἀσκληπιὸν

Ἀσκληπιός.Καὶ πάνυ.

2  Ἑρμῆς.Μέγας οὖν οὗτος ὁ κόσμος, οὗ μεῖζον οὐκ ἔστι σῶμα;

Ἀσκληπιός.Ὡμολόγηται.

Ἑρμῆς.Καὶ στιβαρός· πεπλήρωται γὰρ ἄλλων σωμάτων μεγάλων πολλῶν, μᾶλλον δὲ πάντων ὅσα ἐστὶ σώματα.

Ἀσκληπιός.Οὕτως ἔχει.

Ἑρμῆς.Σῶμα δὲ ὁ κόσμος;

Ἀσκληπιός.Σῶμα.

Ἑρμῆς.Καὶ κινούμενον;

3 Ἀσκληπιός.Μάλιστα.

Ἑρμῆς.Πηλίκον οὖν δεῖ τὸν τόπον εἶναι ἐν ᾧ κινεῖται, καὶ ποταπὸν τὴν φύσιν; οὐ πολὺ μείζονα, ἵνα δυνηθῇ δέξασθαι τῆς φορᾶς τὴν συνέχειαν καὶ μὴ θλιβόμενον τὸ κινούμενον ὑπὸ τῆς στενότητος ἐπίσχῃ τὴν κίνησιν;

Ἀσκληπιός.Παμμέγεθές τι χρῆμα, ὦ Τρισμέγιστε.

4 Ἑρμῆς.Ποταπῆς δὲ φύσεως; τῆς ἐναντίας ἆρα, ὦ Ἀσκληπιέ; σώματι δὲ ἐναντία φύσις τὸ ἀσώματον.

10. καὶ] δὲ Patr.15. στερότητος ἐπισχεῖ Patr.18. ἆρα om. Patr.