Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/39

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
cap. 1.15
Ποιμάνδρης

χοντικὴν ὑπεριφανίαν ἀπλεονέκτητον, καὶ τῇ πέμπτῃ τὸ θράσος τὸ ἀνόσιον καὶ τῆς τόλμης τὴν προπέτειαν, καὶ τῇ ἕκτῃ τὰς ἀφορμὰς τὰς κακὰς τοῦ πλούτου ἀνενεργήτους, καὶ τῇ ἑβδόμῃ ζώνῃ τὸ ἐνεδρεῦον ψεῦδος. 26 καὶ τότε γυμνωθεὶς ἀπὸ τῶν τῆς ἁρμονίας ἐνεργημάτων γίνεται ἐπὶ τὴν ὀγδοατικὴν φύσιν τὴν ἰδίαν δύναμιν ἔχων, καὶ ὑμνεῖ σὺν τοῖς οὖσι τὸν πατέρα. συγχαίρουσι δὲ οἱ παρόντες τῇ τούτου παρουσίᾳ, καὶ ὁμοιωθεὶς τοῖς συνοῦσιν ἀκούει καί τῶν δυνάμεων ὑπὲρ τὴν ὀγδοατικὴν φύσιν οὐσῶν φωνῇ τινι ἡδείᾳ ὑμνουσῶν τὸν θεόν. καὶ τότε τάξει ἀνέρχονται πρὸς τὸν πατέρα, καὶ αὐτοὶ εἰς δυνάμεις ἑαυτοὺς παραδιδόασι, καὶ δυνάμεις γενόμενοι ἐν θεῷ γίνονται. τοῦτό ἐστι τὸ ἀγαθὸν τέλος τοῖς γνῶσιν ἐσχηκόσι, θεωθῆναι. λοιπόν, τί μέλλεις; οὐχ ὡς πάντα παραλαβὼν καθοδηγὸς γίνῃ τοῖς ἀξίοις, ὅπως τὸ γένος τῆς ἀνθρωπότητος διὰ σοῦ ὑπὸ θεοῦ σωθῇ;

27 Ταῦτα εἰπὼν ὁ Ποιμάνδρης ἐμοὶ ἐμίγη ταῖς δυνάμε-

1. ὑπερηφανίαν] sic B, προφανίαν reliqui.3. ἀνενέργητον A Patr.8. τῇ om. Patr.8.—11. συγχαίρουσι—πατέρα om. A.9. τῶν] τινων B.10. ἡδείᾳ] sic B., ἰδίᾳ reliqui.12. παραδιδόασι] παραπέμπουσι B.║ γινόμενοι Patr.16. σοῦ ὑπὸ om. Patr.