Σελίδα:Hermetis Trismegisti Poemander (1854).djvu/31

Η σελίδα αυτή έχει ελεγχθεί για πιθανά λάθη.
cap. 1.7
Ποιμάνδρης

14 Καὶ ὁ τῶν θνητῶν τοῦ κόσμου ζώων καὶ τῶν ἀλόγων ἔχων πᾶσαν ἐξουσίαν διὰ τῆς ἁρμονίας παρέκυψεν, ἀναρρήξας τὸ κράτος τῶν κύκλων, καὶ ἔδειξε τῇ κατωφερεῖ φύσει τὴν καλὴν τοῦ θεοῦ μορφὴν. ἣν ἰδοῦσα ἀκόρεστον κάλλος· καὶ πᾶσαν ἐνέργειαν ἐν ἑαυτῇ ἔχουσαν τῶν ἑπτὰ διοικητόρων, τήν τε μορφὴν τοῦ θεοῦ, ἐμειδίασεν ἔρωτι, ἅτε τῆς καλλίστης μορφῆς τοῦ ἀνθρώπου τὸ εἶδος ἐν τῷ ὕδατι ἰδοῦσα, καὶ τὸ σκίασμα ἐπὶ τῆς γῆς. ὁ δὲ ἰδὼν τὴν ὁμοίαν αὐτῷ μορφὴν, ἐν ἑαυτῷ οὖσαν, ἐν τῷ ὕδατι, ἐφίλησε καὶ ἠβουλήθη αὐτῇ συνοικεῖν· ἅμα δὲ τῇ βουλῇ ἐγένετο ἐνέργεια, καὶ ἐκύησε τὴν ἄλογον μορφήν. 15 ἡ δὲ φύσις λαβοῦσα τὸν ἐρώμενον περιεπλάκη ὅλη καὶ ἐμίγησαν· ἐρώμενοι γὰρ ἦσαν. καὶ διὰ τοῦτο παρὰ πάντα τὰ ἐπὶ γῆς ζῶα διπλοῦς ἐστιν ὁ ἄνθρωπος, θνητὸς μὲν διὰ τὸ σῶμα, ἀθάνατος δὲ διὰ τὸν οὐσιώδη ἄνθρωπον.

1. ὁ τοῦ τῶν AB. et om. τοῦ ante κόσμου║ καὶ τῶν ἀλόγων ζώων AB.3. τῶν κύκλων] sic Patr. om. reliqui.3. 4. τὴν κατωφερῆ φύσιν AB.4. ἣν] sic Patr., ἥτις B, ὃν reliqui.║ ἰδοῦσα] ἰδὼν Vergic. Patr.5. ἑαυτῇ] sic Patr. ἑαυτῷ reliqui.║ ἔχουσαν] sic Patr. ἔχοντα V, ἔκοντα A, ἔχον reliqui.6. ἑπτὰ] sic Patr. om. reliqui.7. ἅτε] ὡς ἅτε AB Patr.9. οὖσαν, καὶ ἐν B.10. αὐτῇ] sic Patr. αὐτοῦ B, αὐτῷ reliqui.║ συνοικεῖν] sic Patr., οἰκεῖν reliqui.11. ἐκύησε] sic Vergic. Patr., ᾤκησε reliqui